§7.126.1εἰσὶ δὲ κατὰ ταῦτα τὰ χωρία καὶ λέοντες πολλοὶ καὶ βόες ἄγριοι, τῶν τὰ κέρεα ὑπερμεγάθεα ἐστὶ τὰ ἐς Ἕλληνας φοιτέοντα.
In these regions there are both many lions and wild oxen, whose horns, which find their way to the Greeks, are of immense size.
οὖρος δὲ τοῖσι λέουσι ἐστὶ ὅ τε διʼ Ἀβδήρων ῥέων ποταμὸς Νέστος καὶ ὁ διʼ Ἀκαρνανίης ῥέων Ἀχελῷος· οὔτε γὰρ τὸ πρὸς τὴν ἠῶ τοῦ Νέστου οὐδαμόθι πάσης τῆς ἔμπροσθε Εὐρώπης ἴδοι τις ἂν λέοντα, οὔτε πρὸς ἑσπέρης τοῦ Ἀχελῴου ἐν τῇ ἐπιλοίπῳ ἠπείρῳ, ἀλλʼ ἐν τῇ μεταξὺ τούτων τῶν ποταμῶν γίνονται.
The boundary for the lions is the river Nestus, which flows through Abdera, and the Acheloos, which flows through Acarnania; for one would not see a lion anywhere in all the part of Europe that lies to the east of the Nestus, nor to the west of the Acheloos in the rest of the continent, but they are found only in the territory between these two rivers.