§7.114.1φαρμακεύσαντες δὲ ταῦτα ἐς τὸν ποταμὸν καὶ ἄλλα πολλὰ πρὸς τούτοισι ἐν Ἐννέα ὁδοῖσι τῇσι Ἠδωνῶν ἐπορεύοντο κατὰ τὰς γεφύρας, τὸν Στρυμόνα εὑρόντες ἐζευγμένον.
Having performed these magical rites upon the river, and many other things besides these, they journeyed by the bridges at the "Nine Ways" of the Edonians, finding the Strymon already bridged.
Ἐννέα δὲ ὁδοὺς πυνθανόμενοι τὸν χῶρον τοῦτον καλέεσθαι, τοσούτους ἐν αὐτῷ παῖδάς τε καὶ παρθένους ἀνδρῶν τῶν ἐπιχωρίων ζώοντας κατώρυσσον.
And learning that this place was called "Nine Ways," they buried alive in it that same number of boys and maidens of the local inhabitants.
§7.114.2Περσικὸν δὲ τὸ ζώοντας κατορύσσειν, ἐπεὶ καὶ Ἄμηστριν τὴν Ξέρξεω γυναῖκα πυνθάνομαι γηράσασαν δὶς ἑπτὰ Περσέων παῖδας ἐόντων ἐπιφανέων ἀνδρῶν ὑπὲρ ἑωυτῆς τῷ ὑπὸ γῆν λεγομένῳ εἶναι θεῷ ἀντιχαρίζεσθαι κατορύσσουσαν.
For to bury people alive is a Persian custom, since I learn that Amestris also, the wife of Xerxes, when she had grown old, buried alive twice seven children of prominent Persian men, as a thank-offering on her own behalf to the god who is said to be beneath the earth.