§7.10H.1ἀλλʼ εἰ δὴ δεῖ γε πάντως ἐπὶ τοὺς ἄνδρας τούτους στρατεύεσθαι, φέρε, βασιλεὺς μὲν αὐτὸς ἐν ἤθεσι τοῖσι Περσέων μενέτω, ἡμέων δὲ ἀμφοτέρων παραβαλλομένων τὰ τέκνα, στρατηλάτεε αὐτὸς σὺ ἐπιλεξάμενός τε ἄνδρας τοὺς ἐθέλεις καὶ λαβὼν στρατιὴν ὁκόσην τινὰ βούλεαι.
But if it is absolutely necessary to march against these men, come, let the King himself remain in the territory of the Persians, and while both of us risk our children as stakes, do you yourself lead the army, choosing the men you wish and taking as large a force as you desire.
§7.10H.2καὶ ἢν μὲν τῇ σὺ λέγεις ἀναβαίνῃ βασιλέι τὰ πρήγματα, κτεινέσθων οἱ ἐμοὶ παῖδες, πρὸς δὲ αὐτοῖσι καὶ ἐγώ· ἢν δὲ τῇ ἐγὼ προλέγω, οἱ σοὶ ταῦτα πασχόντων, σὺν δέ σφι καὶ σύ, ἢν ἀπονοστήσῃς.
And if matters turn out for the King in the way that you say, let my children be put to death, and myself along with them; but if it happens as I foretell, let your children suffer this, and you along with them, if you return home.
§7.10H.3εἰ δὲ ταῦτα μὲν ὑποδύνειν οὐκ ἐθελήσεις, σὺ δὲ πάντως στράτευμα ἀνάξεις ἐπὶ τὴν Ἑλλάδα, ἀκούσεσθαι τινὰ φημὶ τῶν αὐτοῦ τῇδε ὑπολειπομένων Μαρδόνιον, μέγα τι κακὸν ἐξεργασάμενον Πέρσας, ὑπὸ κυνῶν τε καὶ ὀρνίθων διαφορεύμενον ἤ κου ἐν γῇ τῇ Ἀθηναίων ἢ σέ γε ἐν τῇ Λακεδαιμονίων, εἰ μὴ ἄρα καὶ πρότερον κατʼ ὁδόν, γνόντα ἐπʼ οἵους ἄνδρας ἀναγινώσκεις στρατεύεσθαι βασιλέα.
But if you are unwilling to submit to these terms, and will by all means lead an army against Greece, I declare that someone of those left behind here will hear that Mardonius, having wrought a great evil for the Persians, is being torn to pieces by dogs and birds, either somewhere in the land of the Athenians or you yourself in that of the Lacedaemonians—unless indeed even earlier along the way—after learning what kind of men they are against whom you are persuading the King to march.