§7.10A.1ὦ βασιλεῦ, μὴ λεχθεισέων μὲν γνωμέων ἀντιέων ἀλλήλῃσι οὐκ ἔστι τὴν ἀμείνω αἱρεόμενον ἑλέσθαι, ἀλλὰ δεῖ τῇ εἰρημένῃ χρᾶσθαι, λεχθεισέων δὲ ἔστι, ὥσπερ τὸν χρυσὸν τὸν ἀκήρατον αὐτὸν μὲν ἐπʼ ἑωυτοῦ οὐ διαγινώσκομεν, ἐπεὰν δὲ παρατρίψωμεν ἄλλῳ χρυσῷ, διαγινώσκομεν τὸν ἀμείνω.
O King, if opinions contrary to one another are not spoken, it is not possible for one to choose and take the better one, but it is necessary to use the one that has been proposed; but if they are spoken, it is possible, just as we do not distinguish pure gold by itself, but when we rub it against other gold, we distinguish the better.
§7.10A.2ἐγὼ δὲ καὶ πατρὶ τῷ σῷ, ἀδελφεῷ δὲ ἐμῷ Δαρείῳ ἠγόρευον μὴ στρατεύεσθαι ἐπὶ Σκύθας, ἄνδρας οὐδαμόθι γῆς ἄστυ νέμοντας.
I also advised your father, and my brother, Darius, not to march against the Scythians, men who inhabit no city anywhere on earth.
ὁ δὲ ἐλπίζων Σκύθας τοὺς νομάδας καταστρέψεσθαι ἐμοί τε οὐκ ἐπείθετο, στρατευσάμενός τε πολλοὺς καὶ ἀγαθοὺς τῆς στρατιῆς ἀποβαλὼν ἀπῆλθε.
But he, hoping to subjugate the nomadic Scythians, did not listen to me, and having made the expedition, he returned after losing many brave men of his army.
§7.10A.3σὺ δὲ ὦ βασιλεῦ μέλλεις ἐπʼ ἄνδρας στρατεύεσθαι πολλὸν ἀμείνονας ἢ Σκύθας, οἳ κατὰ θάλασσάν τε ἄριστοι καὶ κατὰ γῆν λέγονται εἶναι.
But you, O King, are about to march against men far better than the Scythians, who are said to be the best both by sea and by land.
τὸ δὲ αὐτοῖσι ἔνεστι δεινόν, ἐμὲ σοὶ δίκαιον ἐστὶ φράζειν.
It is right for me to declare to you what danger is inherent in them.