§6.99.1οἱ δὲ βάρβαροι ὡς ἀπήειραν ἐκ τῆς Δήλου, προσῖσχον πρὸς τὰς νήσους, ἐνθεῦτεν δὲ στρατιήν τε παρελάμβανον καὶ ὁμήρους τῶν νησιωτέων παῖδας ἐλάμβανον.
The barbarians, when they departed from Delos, touched at the islands, and from there they took recruited troops and received the children of the islanders as hostages.
§6.99.2ὡς δὲ περιπλέοντες τὰς νήσους προσέσχον καὶ ἐς Κάρυστον, οὐ γὰρ δή σφι οἱ Καρύστιοι οὔτε ὁμήρους ἐδίδοσαν οὔτε ἔφασαν ἐπὶ πόλιας ἀστυγείτονας στρατεύεσθαι, λέγοντες Ἐρέτριάν τε καὶ Ἀθήνας, ἐνθαῦτα τούτους ἐπολιόρκεόν τε καὶ τὴν γῆν σφεων ἔκειρον, ἐς ὃ καὶ οἱ Καρύστιοι παρέστησαν ἐς τῶν Περσέων τὴν γνώμην.
When, sailing around the islands, they put in also at Carystus—for indeed the Carystians would neither give them hostages nor did they say they would march against neighboring cities, meaning Eretria and Athens—thereupon the Persians besieged them and ravaged their land, until the Carystians too submitted to the will of the Persians.