§6.86D.1Γλαῦκος μὲν δὴ μεταπεμψάμενος τοὺς Μιλησίους ξείνους ἀποδιδοῖ σφι τὰ χρήματα.
Glaucus, then, sent for his Milesian guests and restored the money to them.
τοῦ δὲ εἵνεκα ὁ λόγος ὅδε ὦ Ἀθηναῖοι ὁρμήθη λέγεσθαι ἐς ὑμέας, εἰρήσεται· Γλαύκου νῦν οὔτε τι ἀπόγονον ἐστὶ οὐδὲν οὔτʼ ἱστίη οὐδεμία νομιζομένη εἶναι Γλαύκου, ἐκτέτριπταί τε πρόρριζος ἐκ Σπάρτης.
And for what reason this story, O Athenians, was set out to be told to you, shall now be told: at present there is neither any descendant of Glaucus, nor any hearth believed to be of Glaucus, but he has been utterly rooted out of Sparta.
οὕτω ἀγαθὸν μηδὲ διανοέεσθαι περὶ παρακαταθήκης ἄλλο γε ἢ ἀπαιτεόντων ἀποδιδόναι.
Thus it is a good thing not even to harbor any other thought regarding a deposit than to return it when they demand it back.