§6.86C.1οἱ μὲν δὴ Μιλήσιοι συμφορὴν ποιησάμενοι ἀπαλλάσσοντο ὡς ἀπεστερημένοι τῶν χρημάτων, Γλαῦκος δὲ ἐπορεύετο ἐς Δελφοὺς χρησόμενος τῷ χρηστηρίῳ.
So the Milesians departed, considering it a calamity, as if they had been deprived of their money; but Glaucus journeyed to Delphi to consult the oracle.
ἐπειρωτῶντα δὲ αὐτὸν τὸ χρηστήριον εἰ ὅρκῳ τὰ χρήματα ληίσηται, ἡ Πυθίη μετέρχεται τοῖσιδε τοῖσι ἔπεσι. §6.86C.2"
γλαῦκʼ Ἐπικυδείδη, τὸ μὲν αὐτίκα κέρδιον οὕτω
ὅρκῳ νικῆσαι καὶ χρήματα ληίσσασθαι.
And when he asked the oracle whether he should plunder the money by an oath, the Pythia answered him with these verses: "Glaucus, son of Epicydes, for the immediate present indeed it is more profitable thus, to win by an oath and plunder the money.
ὄμνυ, ἐπεὶ θάνατός γε καὶ εὔορκον μένει ἄνδρα.
Swear, since death awaits even the man who keeps his oath.
ἀλλʼ ὅρκου πάις ἐστίν, ἀνώνυμος, οὐδʼ ἔπι χεῖρες
οὐδὲ πόδες· κραιπνὸς δὲ μετέρχεται, εἰς ὅ κε πᾶσαν
συμμάρψας ὀλέσῃ γενεὴν καὶ οἶκον ἅπαντα.
But Oath has a son, nameless, who has neither hands or feet; yet swift he pursues, until he seizes and destroys the whole race and the entire house.
ἀνδρὸς δʼ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων. "
ταῦτα ἀκούσας ὁ Γλαῦκος συγγνώμην τὸν θεὸν παραιτέετο αὐτῷ ἴσχειν τῶν ῥηθέντων.
But the race of a man who keeps his oath is better in times to come." When Glaucus heard this, he entreated the god to grant him forgiveness for what he had said.
ἡ δὲ Πυθίη ἔφη τὸ πειρηθῆναι τοῦ θεοῦ καὶ τὸ ποιῆσαι ἴσον δύνασθαι.
But the Pythia said that to tempt the god and to do the deed were of equal power.