§6.16.1Χῖοι μὲν δὴ τῇσι λοιπῇσι τῶν νεῶν ἀποφεύγουσι ἐς τὴν ἑωυτῶν· ὅσοισι δὲ τῶν Χίων ἀδύνατοι ἦσαν αἱ νέες ὑπὸ τρωμάτων, οὗτοι δὲ ὡς ἐδιώκοντο καταφυγγάνουσι πρὸς τὴν Μυκάλην.
So the Chians fled to their own land with the remaining ships; but those of the Chians whose ships were disabled by wounds, when they were pursued, fled for refuge to Mycale.
νέας μὲν δὴ αὐτοῦ ταύτῃ ἐποκείλαντες κατέλιπον, οἳ δὲ πεζῇ ἐκομίζοντο διὰ τῆς ἠπείρου.
Having run their ships aground there, they left them, and they themselves traveled on foot through the mainland.
§6.16.2ἐπειδὴ δὲ ἐσέβαλον ἐς τὴν Ἐφεσίην κομιζόμενοι οἱ Χῖοι, νυκτός τε γὰρ ἀπίκατο ἐς αὐτὴν καὶ ἐόντων τῇσι γυναιξὶ αὐτόθι θεσμοφορίων, ἐνθαῦτα δὴ οἱ Ἐφέσιοι, οὔτε προακηκοότες ὡς εἶχε περὶ τῶν Χίων ἰδόντες τε στρατὸν ἐς τὴν χώρην ἐσβεβληκότα, πάγχυ σφέας καταδόξαντες εἶναι κλῶπας καὶ ἰέναι ἐπὶ τὰς γυναῖκας, ἐξεβοήθεον πανδημεὶ καὶ ἔκτεινον τοὺς Χίους.
When the Chians entered the territory of Ephesus in their journey—for they had arrived there by night, and the Thesmophoria were being celebrated there by the women—then the Ephesians, having heard nothing beforehand of how things stood with the Chians and seeing an army having invaded their land, completely suspecting them to be thieves and to have come after the women, went out to help with all their forces and killed the Chians.