§6.17.1οὗτοι μὲν τοίνυν τοιαύτῃσι περιέπιπτον τύχῃσι.
These, then, met with such fortunes.
Διονύσιος δὲ ὁ Φωκαεὺς ἐπείτε ἔμαθε τῶν Ἰώνων τὰ πρήγματα διεφθαρμένα, νέας ἑλὼν τρεῖς τῶν πολεμίων ἀπέπλεε ἐς μὲν Φώκαιαν οὐκέτι, εὖ εἰδὼς ὡς ἀνδραποδιεῖται σὺν τῇ ἄλλῃ Ἰωνίῃ·
But Dionysius the Phocaean, when he realized that the affairs of the Ionians were ruined, having captured three of the enemy's ships, sailed away, no longer indeed to Phocaea, knowing well that it would be enslaved along with the rest of Ionia.
ὁ δὲ ἰθέως ὡς εἶχε ἔπλεε ἐς Φοινίκην, γαύλους δὲ ἐνθαῦτα καταδύσας καὶ χρήματα λαβὼν πολλὰ ἔπλεε ἐς Σικελίην, ὁρμώμενος δὲ ἐνθεῦτεν ληιστὴς κατεστήκεε Ἑλλήνων μὲν οὐδενός, Καρχηδονίων δὲ καὶ Τυρσηνῶν.
But he straightway, just as he was, sailed to Phoenicia, and there, having sunk merchant ships and taken much wealth, he sailed to Sicily; setting out from there, he established himself as a pirate, not indeed of any of the Greeks, but of the Carthaginians and Tyrrhenians.