§6.127.1ἀπὸ μὲν δὴ Ἰταλίης ἦλθε Σμινδυρίδης ὁ Ἱπποκράτεος Συβαρίτης, ὃς ἐπὶ πλεῖστον δὴ χλιδῆς εἷς ἀνὴρ ἀπίκετο (ἡ δὲ Σύβαρις ἤκμαζε τοῦτον τὸν χρόνον μάλιστα), καὶ Σιρίτης Δάμασος Ἀμύριος τοῦ σοφοῦ λεγομένου παῖς.
From Italy indeed came Smindyrides, the son of Hippocrates, of Sybaris, who as a single man reached the highest pitch of luxury (and Sybaris was at this time at its greatest height of prosperity); and from Siris, Damasus, the son of Amyris called the Wise.
§6.127.2οὗτοι μὲν ἀπὸ Ἰταλίης ἦλθον, ἐκ δὲ τοῦ κόλπου τοῦ Ἰονίου Ἀμφίμνηστος Ἐπιστρόφου Ἐπιδάμνιος· οὗτος δὲ ἐκ τοῦ Ἰονίου κόλπου.
These came from Italy, and from the Ionian Gulf, Amphimnestus, the son of Epistrophus, of Epidamnus; and this one was from the Ionian Gulf.
Αἰτωλὸς δὲ ἦλθε Τιτόρμου τοῦ ὑπερφύντος τε Ἕλληνας ἰσχύι καὶ φυγόντος ἀνθρώπους ἐς τὰς ἐσχατιὰς τῆς Αἰτωλίδος χώρης, τούτου τοῦ Τιτόρμου ἀδελφεὸς Μάλης.
And from Aetolia came Males, the brother of Titormus—of that Titormus who surpassed the Greeks in strength and fled from men to the furthest borders of the Aetolian country.
§6.127.3ἀπὸ δὲ Πελοποννήσου Φείδωνος τοῦ Ἀργείων τυράννου παῖς Λεωκήδης, Φείδωνος δὲ τοῦ τὰ μέτρα ποιήσαντος Πελοποννησίοισι καὶ ὑβρίσαντος μέγιστα δὴ Ἑλλήνων πάντων, ὃς ἐξαναστήσας τοὺς Ἠλείων ἀγωνοθέτας αὐτὸς τὸν ἐν Ὀλυμπίῃ ἀγῶνα ἔθηκε· τούτου τε δὴ παῖς καὶ Ἀμίαντος Λυκούργου Ἀρκὰς ἐκ Τραπεζοῦντος, καὶ Ἀζὴν ἐκ Παίου πόλιος Λαφάνης Εὐφορίωνος τοῦ δεξαμένου τε, ὡς λόγος ἐν Ἀρκαδίῃ λέγεται, τοὺς Διοσκούρους οἰκίοισι καὶ ἀπὸ τούτου ξεινοδοκέοντος πάντας ἀνθρώπους, καὶ Ἠλεῖος Ὀνόμαστος Ἀγαίου.
And from the Peloponnese came Leocedes, the son of Pheidon the tyrant of the Argives—that Pheidon who established the measures for the Peloponnesians and committed the greatest acts of insolence of all the Greeks, who, having expelled the Elean stewards of the games, himself conducted the games in Olympia; this man's son indeed, and Amiantus, son of Lycurgus, an Arcadian from Trapezus, and from the city of Paeus, Laphanes, an Azanian, son of Euphorion who, as the story is told in Arcadia, received the Dioscuri in his house and from that time on welcomed all men as guests, and Onomastus of Elis, son of Agaeus.
§6.127.4οὗτοι μὲν δὴ ἐξ αὐτῆς Πελοποννήσου ἦλθον, ἐκ δὲ Ἀθηνέων ἀπίκοντο Μεγακλέης τε ὁ Ἀλκμέωνος τούτου τοῦ παρὰ Κροῖσον ἀπικομένου, καὶ ἄλλος Ἱπποκλείδης Τισάνδρου, πλούτῳ καὶ εἴδεϊ προφέρων Ἀθηναίων.
These indeed came from the Peloponnese itself, and from Athens arrived Megacles, the son of that Alcmeon who had gone to Croesus, and another, Hippocleides son of Tisander, who surpassed the Athenians in wealth and beauty.
ἀπὸ δὲ Ἐρετρίης ἀνθεύσης τοῦτον τὸν χρόνον Λυσανίης· οὗτος δὲ ἀπʼ Εὐβοίης μοῦνος.
And from Eretria, which was then flourishing, Lysanias; this was the only one from Euboea.
ἐκ δὲ Θεσσαλίης ἦλθε τῶν Σκοπαδέων Διακτορίδης Κραννώνιος, ἐκ δὲ Μολοσσῶν Ἄλκων.
And from Thessaly came Diactorides of Crannon, of the family of the Scopadae, and from the Molossians, Alcon.