§6.112.1ὡς δέ σφι διετέτακτο καὶ τὰ σφάγια ἐγίνετο καλά, ἐνθαῦτα ὡς ἀπείθησαν οἱ Ἀθηναῖοι δρόμῳ ἵεντο ἐς τοὺς βαρβάρους.
And when they had been arrayed and the sacrifices turned out to be favorable, then indeed, as they were let go, the Athenians charged at a run against the barbarians.
ἦσαν δὲ στάδιοι οὐκ ἐλάσσονες τὸ μεταίχμιον αὐτῶν ἢ ὀκτώ.
The space between them was not less than eight stades.
§6.112.2οἱ δὲ Πέρσαι ὁρέοντες δρόμῳ ἐπιόντας παρεσκευάζοντο ὡς δεξόμενοι, μανίην τε τοῖσι Ἀθηναίοισι ἐπέφερον καὶ πάγχυ ὀλεθρίην, ὁρέοντες αὐτοὺς ὀλίγους καὶ τούτους δρόμῳ ἐπειγομένους, οὔτε ἵππου ὑπαρχούσης σφι οὔτε τοξευμάτων.
The Persians, seeing them attacking at a run, prepared to receive them, and imputed madness to the Athenians, and that utterly destructive, seeing that they were few and even these rushing at a run, although they had neither cavalry nor archers.
§6.112.3ταῦτα μέν νυν οἱ βάρβαροι κατείκαζον· Ἀθηναῖοι δὲ ἐπείτε ἀθρόοι προσέμιξαν τοῖσι βαρβάροισι, ἐμάχοντο ἀξίως λόγου.
Thus indeed the barbarians conjectured; but the Athenians, when they closed with the barbarians in a body, fought in a manner worthy of mention.
πρῶτοι μὲν γὰρ Ἑλλήνων πάντων τῶν ἡμεῖς ἴδμεν δρόμῳ ἐς πολεμίους ἐχρήσαντο, πρῶτοι δὲ ἀνέσχοντο ἐσθῆτά τε Μηδικὴν ὁρέοντες καὶ τοὺς ἄνδρας ταύτην ἐσθημένους· τέως δὲ ἦν τοῖσι Ἕλλησι καὶ τὸ οὔνομα τὸ Μήδων φόβος ἀκοῦσαι.
For they were the first of all the Greeks whom we know to charge the enemy at a run, and the first to endure seeing Median dress and the men clothed in it; for until then, even to hear the name of the Medes was a terror to the Greeks.