§6.111.1ὡς δὲ ἐς ἐκεῖνον περιῆλθε, ἐνθαῦτα δὴ ἐτάσσοντο ὧδε οἱ Ἀθηναῖοι ὡς συμβαλέοντες·
지휘권이 그에게 돌아오자, 그때 아테나이인들은 전투를 벌이기 위해 다음과 같이 대열을 정렬했다.
τοῦ μὲν δεξιοῦ κέρεος ἡγέετο ὁ πολέμαρχος Καλλίμαχος·
우익은 폴레마르코스인 칼리마코스가 이끌었다.
ὁ γὰρ νόμος τότε εἶχε οὕτω τοῖσι Ἀθηναίοισι, τὸν πολέμαρχον ἔχειν κέρας τὸ δεξιόν·
당시 아테나이인들의 법은 폴레마르코스가 우익을 차지하도록 되어 있었기 때문이다.
ἡγεομένου δὲ τούτου ἐξεδέκοντο ὡς ἀριθμέοντο αἱ φυλαὶ ἐχόμεναι ἀλληλέων, τελευταῖοι δὲ ἐτάσσοντο ἔχοντες τὸ εὐώνυμον κέρας Πλαταιέες.
그가 선두에 서자, 각 부족이 공식적인 순서에 따라 서로 이웃하여 차례로 이어졌고, 마지막에는 플라타이아이인들이 좌익을 차지하며 배치되었다.
§6.111.2ἀπὸ ταύτης σφι τῆς μάχης, Ἀθηναίων θυσίας ἀναγόντων ἐς τὰς πανηγύριας τὰς ἐν τῇσι πεντετηρίσι γινομένας, κατεύχεται ὁ κῆρυξ ὁ Ἀθηναῖος ἅμα τε Ἀθηναίοισι λέγων γίνεσθαι τὰ ἀγαθὰ καὶ Πλαταιεῦσι.
이 전투 이후로, 아테나이인들이 5년마다 열리는 대축제에 희생제물을 바칠 때마다, 아테나이인 전령관은 아테나이인들과 동시에 플라타이아이인들에게도 온갖 좋은 일들이 생기기를 기원하며 기도를 올린다.
§6.111.3τότε δὲ τασσομένων τῶν Ἀθηναίων ἐν τῷ Μαραθῶνι ἐγίνετο τοιόνδε τι·
하지만 그때 마라톤에서 아테나이인들이 대열을 정렬할 때 다음과 같은 일이 일어났다.
τὸ στρατόπεδον ἐξισούμενον τῷ Μηδικῷ στρατοπέδῳ, τὸ μὲν αὐτοῦ μέσον ἐγίνετο ἐπὶ τάξιας ὀλίγας, καὶ ταύτῃ ἦν ἀσθενέστατον τὸ στρατόπεδον, τὸ δὲ κέρας ἑκάτερον ἔρρωτο πλήθεϊ.
페르시아군의 진영과 길이를 맞추다 보니, 진영의 중앙부는 겨우 몇 줄밖에 되지 않아 이곳의 진영이 가장 취약했던 반면, 양 날개는 각각 수적으로 강건했다.