§6.10.1οἳ μὲν δὴ ἔλεγον τάδε.
These, then, spoke thus.
τῶν δὲ Ἰώνων οἱ τύραννοι διέπεμπον νυκτὸς ἕκαστος ἐς τοὺς ἑωυτοῦ ἐξαγγελλόμενος.
And the tyrants of the Ionians sent messengers by night, each to his own people, to deliver the message.
οἱ δὲ Ἴωνες, ἐς τοὺς καὶ ἀπίκοντο αὗται αἱ ἀγγελίαι, ἀγνωμοσύνῃ τε διεχρέωντο καὶ οὐ προσίεντο τὴν προδοσίην· ἑωυτοῖσι δὲ ἕκαστοι ἐδόκεον μούνοισι ταῦτα τοὺς Πέρσας ἐξαγγέλλεσθαι.
But the Ionians to whom these messages came showed a stubborn spirit and would not admit the betrayal; for each group of them thought that the Persians were making this offer to themselves alone.