§6.11.1ταῦτα μέν νυν ἰθέως ἀπικομένων ἐς τὴν Μίλητον τῶν Περσέων ἐγίνετο·
These things, then, happened immediately upon the arrival of the Persians at Miletus.
μετὰ δὲ τῶν Ἰώνων συλλεχθέντων ἐς τὴν Λάδην ἐγίνοντο ἀγοραί, καὶ δή κού σφι καὶ ἄλλοι ἠγορόωντο, ἐν δὲ δὴ καὶ ὁ Φωκαεὺς στρατηγὸς Διονύσιος λέγων τάδε. §6.11.2ἐπὶ ξυροῦ γὰρ ἀκμῆς ἔχεται ἡμῖν τὰ πρήγματα, ἄνδρες Ἴωνες, ἢ εἶναι ἐλευθέροισι ἢ δούλοισι, καὶ τούτοισι ὡς δρηπέτῃσι·
Afterward, when the Ionians had gathered at Lade, assemblies were held; and indeed others also made speeches to them, as I suppose, and among them in particular was the Phocaean general Dionysius, who spoke as follows: "For our affairs, men of Ionia, stand on the edge of a razor, whether we are to be free men or slaves, and that too as runaway slaves.
νῦν ὦν ὑμεῖς ἢν μὲν βούλησθε ταλαιπωρίας ἐνδέκεσθαι, τὸ παραχρῆμα μὲν πόνος ὑμῖν ἔσται, οἷοί τε δὲ ἔσεσθε ὑπερβαλόμενοι τοὺς ἐναντίους εἶναι ἐλεύθεροι·
Now, therefore, if you are willing to undergo hardships, for the moment you will have toil, but you will be able, by overcoming your opponents, to be free.
εἰ δὲ μαλακίῃ τε καὶ ἀταξίῃ διαχρήσησθε, οὐδεμίαν ὑμέων ἔχω ἐλπίδα μὴ οὐ δώσειν ὑμέας δίκην βασιλέι τῆς ἀποστάσιος.
But if you indulge in weakness and disorder, I have no hope for you that you will not pay the penalty to the King for your rebellion.
§6.11.3ἀλλʼ ἐμοί τε πείθεσθε καὶ ἐμοὶ ὑμέας αὐτοὺς ἐπιτρέψατε· καὶ ὑμῖν ἐγώ, θεῶν τὰ ἴσα νεμόντων, ὑποδέκομαι ἢ οὐ συμμίξειν τοὺς πολεμίους ἢ συμμίσγοντας πολλὸν ἐλασσωθήσεσθαι.
Therefore, trust me and entrust yourselves to me; and I promise you that, if the gods hold the scales even, either the enemy will not join battle with us, or, if they do, they will be utterly defeated."