§5.75.1μελλόντων δὲ συνάψειν τὰ στρατόπεδα ἐς μάχην, Κορίνθιοι μὲν πρῶτοι σφίσι αὐτοῖσι δόντες λόγον ὡς οὐ ποιέοιεν δίκαια μετεβάλλοντό τε καὶ ἀπαλλάσσοντο, μετὰ δὲ Δημάρητος ὁ Ἀρίστωνος, ἐὼν καὶ οὗτος βασιλεὺς Σπαρτιητέων καὶ συνεξαγαγών τε τὴν στρατιὴν ἐκ Λακεδαίμονος καὶ οὐκ ἐὼν διάφορος ἐν τῷ πρόσθε χρόνῳ Κλεομένεϊ.
When the armies were about to join in battle, the Corinthians first, having reasoned among themselves that they were not doing what was right, changed their minds and departed; and after them Demaratus the son of Ariston did likewise, he too being a king of the Spartans and having helped to lead out the army from Lacedaemon, and not having been at variance with Cleomenes in former times.
§5.75.2ἀπὸ δὲ ταύτης τῆς διχοστασίης ἐτέθη νόμος ἐν Σπάρτῃ μὴ ἐξεῖναι ἕπεσθαι ἀμφοτέρους τοὺς βασιλέας ἐξιούσης στρατιῆς· τέως γὰρ ἀμφότεροι εἵποντο·
Because of this dissension, a law was established in Sparta that both kings were not permitted to follow when an army went out; for until then both used to follow.
παραλυομένου δὲ τούτων τοῦ ἑτέρου καταλείπεσθαι καὶ τῶν Τυνδαριδέων τὸν ἕτερον· πρὸ τοῦ γὰρ δὴ καὶ οὗτοι ἀμφότεροι ἐπίκλητοί σφι ἐόντες εἵποντο.
And when one of them was released from service, one of the Tyndaridae also was to be left behind; for before this, indeed, these too, being called upon as helpers, both used to follow.
§5.75.3τότε δὴ ἐν τῇ Ἐλευσῖνι ὁρῶντες οἱ λοιποὶ τῶν συμμάχων τούς τε βασιλέας τῶν Λακεδαιμονίων οὐκ ὁμολογέοντας καὶ Κορινθίους ἐκλιπόντας τὴν τάξιν, οἴχοντο καὶ αὐτοὶ ἀπαλλασσόμενοι,
At that time, in Eleusis, the rest of the allies, seeing that the kings of the Lacedaemonians were not in agreement and that the Corinthians had abandoned their post, themselves also went away, departing.