§5.74.1Κλεομένης δὲ ἐπιστάμενος περιυβρίσθαι ἔπεσι καὶ ἔργοισι ὑπʼ Ἀθηναίων συνέλεγε ἐκ πάσης Πελοποννήσου στρατόν, οὐ φράζων ἐς τὸ συλλέγει, τίσασθαι τε ἐθέλων τὸν δῆμον τὸν Ἀθηναίων καὶ Ἰσαγόρην βουλόμενος τύραννον καταστῆσαι· συνεξῆλθε γάρ οἱ οὗτος ἐκ τῆς ἀκροπόλιος.
Cleomenes, understanding that he had been greatly insulted in word and deed by the Athenians, gathered an army from all over the Peloponnese, without declaring for what purpose he was gathering it, wishing to take vengeance on the Athenian populace and desiring to establish Isagoras as tyrant; for the latter had gone out with him from the acropolis.
§5.74.2Κλεομένης τε δὴ στόλῳ μεγάλῳ ἐσέβαλε ἐς Ἐλευσῖνα, καὶ οἱ Βοιωτοὶ ἀπὸ συνθήματος Οἰνόην αἱρέουσι καὶ Ὑσιὰς δήμους τοὺς ἐσχάτους τῆς Ἀττικῆς, Χαλκιδέες τε ἐπὶ τὰ ἕτερα ἐσίνοντο ἐπιόντες χώρους τῆς Ἀττικῆς.
So Cleomenes invaded Eleusis with a great force, and the Boeotians, by agreement, captured Oenoe and Hysiae, the outermost demes of Attica, while the Chalcidians attacked and ravaged other areas of Attica.
Ἀθηναῖοι δέ, καίπερ ἀμφιβολίῃ ἐχόμενοι, Βοιωτῶν μὲν καὶ Χαλκιδέων ἐς ὕστερον ἔμελλον μνήμην ποιήσεσθαι, Πελοποννησίοισι δὲ ἐοῦσι ἐν Ἐλευσῖνι ἀντία ἔθεντο τὰ ὅπλα.
The Athenians, although they were beset by a double attack, resolved to attend to the Boeotians and Chalcidians later, and drew up their arms in opposition to the Peloponnesians who were at Eleusis.