Humanitext Reader

希罗多德 · 历史 §5.75.1-5.75.3

埃勒夫西斯盟军瓦解与斯巴达双王出征之法

第 844 段,共 1577 段 · 希腊语

内容简介

由于科林斯人和斯巴达国王德马拉托斯的撤退,聚集在埃勒夫西斯的盟军瓦解。以此为契机,斯巴达制定了禁止两位国王同时出征的法律。

§5.75.1μελλόντων δὲ συνάψειν τὰ στρατόπεδα ἐς μάχην, Κορίνθιοι μὲν πρῶτοι σφίσι αὐτοῖσι δόντες λόγον ὡς οὐ ποιέοιεν δίκαια μετεβάλλοντό τε καὶ ἀπαλλάσσοντο, μετὰ δὲ Δημάρητος ὁ Ἀρίστωνος, ἐὼν καὶ οὗτος βασιλεὺς Σπαρτιητέων καὶ συνεξαγαγών τε τὴν στρατιὴν ἐκ Λακεδαίμονος καὶ οὐκ ἐὼν διάφορος ἐν τῷ πρόσθε χρόνῳ Κλεομένεϊ.
当两军即将交战时,科林斯人首先反省到自己所做的事并不正义,于是改变主意并撤走了。 此后,阿里斯顿之子德马拉托斯也同样撤走,他也是斯巴达人的国王,曾共同率领军队离开拉刻代蒙,且在过去从未与克莱奥梅尼斯发生过争执。
§5.75.2ἀπὸ δὲ ταύτης τῆς διχοστασίης ἐτέθη νόμος ἐν Σπάρτῃ μὴ ἐξεῖναι ἕπεσθαι ἀμφοτέρους τοὺς βασιλέας ἐξιούσης στρατιῆς· τέως γὰρ ἀμφότεροι εἵποντο·
由于这次不和,斯巴达制定了一条法律,规定在军队出征时,不允许两位国王同时随行;因为在此之前,两人都是一同随行的。
παραλυομένου δὲ τούτων τοῦ ἑτέρου καταλείπεσθαι καὶ τῶν Τυνδαριδέων τὸν ἕτερον· πρὸ τοῦ γὰρ δὴ καὶ οὗτοι ἀμφότεροι ἐπίκλητοί σφι ἐόντες εἵποντο.
而当其中一人免除随行时,廷达里代中的一尊神像也必须留下来;因为在此之前,这两尊神像作为受召唤的守护神,也都是共同随行的。
§5.75.3τότε δὴ ἐν τῇ Ἐλευσῖνι ὁρῶντες οἱ λοιποὶ τῶν συμμάχων τούς τε βασιλέας τῶν Λακεδαιμονίων οὐκ ὁμολογέοντας καὶ Κορινθίους ἐκλιπόντας τὴν τάξιν, οἴχοντο καὶ αὐτοὶ ἀπαλλασσόμενοι,
当时在埃勒夫西斯,其余的盟友看到拉刻代蒙的两位国王意见不一,且科林斯人已经脱离战线,他们自己也纷纷撤退离去。

词汇与语法注释

  1. 5.75.1σφίσι αὐτοῖσι δόντες λόγον — 短语 δίδωμι λόγον(给予解释、交代)与反身代词结合,意为“自我反思”或“在他们内部商讨”,指他们反省到攻击雅典是不义之举。
  2. 5.75.1μετὰ δὲ Δημάρητος — 介词 μετὰ 在此作副词使用,意为“在其后(德马拉托斯也)”。前句的主动词“改变主意并撤退”(μετεβάλλοντό τε καὶ ἀπαλλάσσοντο)在此处被省略,但语义上仍适用于德马拉托斯。
  3. 5.75.2μὴ ἐξεῖναι ἕπεσθαι ἀμφοτέρους τοὺς βασιλέας — 此句为说明法律(νόμος)内容的不定式结构。不定式 ἕπεσθαι 依赖于非人称动词 ἐξεῖναι(允许),而双宾语对格 ἀμφοτέρους τοὺς βασιλέας 作其逻辑主语。
  4. 5.75.2παραλυομένου δὲ τούτων τοῦ ἑτέρου καταλείπεσθαι καὶ τῶν Τυνδαριδέων τὸν ἕτερον — 前半句为属格绝对结构(παραλυομένου... τοῦ ἑτέρου,意为“当其中一人免除随行时”)。后半句的不定式 καταλείπεσθαι 延续了斯巴达法律的内容。廷达里代(指象征双子神卡斯托尔和波吕丢克斯的圣物)中的一尊也必须和留下的那位国王一同留在后方。
  5. 5.75.3οἴχοντο καὶ αὐτοὶ ἀπαλλασσόμενοι — 动词 οἴχομαι 与现在分词(ἀπαλλασσόμενοι)结合,表示“撤离并离去”,强调动作的彻底性和主体的离去。

引用这一段

希罗多德, 历史 §5.75.1-5.75.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.75.1-5.75.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。