§5.76.1τέταρτον δὴ τοῦτο ἐπὶ τὴν Ἀττικὴν ἀπικόμενοι Δωριέες, δίς τε ἐπὶ πολέμῳ ἐσβαλόντες καὶ δὶς ἐπʼ ἀγαθῷ τοῦ πλήθεος τοῦ Ἀθηναίων, πρῶτον μὲν ὅτε καὶ Μέγαρα κατοίκισαν· οὗτος ὁ στόλος ἐπὶ Κόδρου βασιλεύοντος Ἀθηναίων ὀρθῶς ἂν καλέοιτο· δεύτερον δὲ καὶ τρίτον ὅτε ἐπὶ Πεισιστρατιδέων ἐξέλασιν ὁρμηθέντες ἐκ Σπάρτης ἀπίκοντο, τέταρτον δὲ τότε ὅτε ἐς Ἐλευσῖνα Κλεομένης ἄγων Πελοποννησίους ἐσέβαλε.
This was indeed the fourth time that the Dorians came to Attica, having invaded twice for war and twice for the benefit of the multitude of the Athenians; first when they also settled Megara; this expedition would be rightly called so during the reign of Codrus as king of the Athenians; second and third, when, having set out from Sparta for the expulsion of the Peisistratidae, they arrived; and fourthly, at that time when Cleomenes, leading the Peloponnesians, invaded as far as Eleusis.
οὕτω τέταρτον τότε Δωριέες ἐσέβαλον ἐς Ἀθήνας.
Thus did the Dorians then invade Athens for the fourth time.