§5.73.1οὗτοι μέν νυν δεδεμένοι ἐτελεύτησαν.
Now these men, having been bound, met their end.
Ἀθηναῖοι δὲ μετὰ ταῦτα Κλεισθένεα καὶ τὰ ἑπτακόσια ἐπίστια τὰ διωχθέντα ὑπὸ Κλεομένεος μεταπεμψάμενοι πέμπουσι ἀγγέλους ἐς Σάρδις, συμμαχίην βουλόμενοι ποιήσασθαι πρὸς Πέρσας· ἠπιστέατο γὰρ σφίσι Λακεδαιμονίουςτε καὶ Κλεομένεα ἐκπεπολεμῶσθαι. §5.73.2ἀπικομένων δὲ τῶν ἀγγέλων ἐς τὰς Σάρδις καὶ λεγόντων τὰ ἐντεταλμένα, Ἀρταφρένης ὁ Ὑστάσπεος Σαρδίων ὕπαρχος ἐπειρώτα τίνες ἐόντες ἄνθρωποι καὶ κοῦ γῆς οἰκημένοι δεοίατο Περσέων σύμμαχοι γενέσθαι, πυθόμενος δὲ πρὸς τῶν ἀγγέλων ἀπεκορύφου σφι τάδε· εἰ μὲν διδοῦσι βασιλέι Δαρείῳ Ἀθηναῖοι γῆν τε καὶ ὕδωρ, ὁ δὲ συμμαχίην σφι συνετίθετο, εἰ δὲ μὴ διδοῦσι, ἀπαλλάσσεσθαι αὐτοὺς ἐκέλευε. §5.73.3οἱ δὲ ἄγγελοι ἐπὶ σφέων αὐτῶν βαλόμενοι διδόναι ἔφασαν, βουλόμενοι τὴν συμμαχίην ποιήσασθαι.
After this, the Athenians, having recalled Cleisthenes and the seven hundred households exiled by Cleomenes, sent messengers to Sardis, wishing to make an alliance with the Persians; for they knew that the Lacedaemonians and Cleomenes had entered into open war against them. When the messengers arrived in Sardis and spoke their instructions, Artaphrenes son of Hystaspes, the governor of Sardis, asked what sort of men they were and where on earth they lived that they should beg to become allies of the Persians; and having learned from the messengers, he delivered his final word to them as follows: if the Athenians would give earth and water to King Darius, he would conclude an alliance with them, but if they would not, he commanded them to depart. But the messengers, taking it upon themselves, said they would give them, wishing to make the alliance.
οὗτοι μὲν δὴ ἀπελθόντες ἐς τὴν ἑωυτῶν αἰτίας μεγάλας εἶχον.
These indeed, having returned to their own land, faced great accusations.