§5.54.1οὕτω τῷ Μιλησίῳ Ἀρισταγόρῃ εἴπαντι πρὸς Κλεομένεα τὸν Λακεδαιμόνιον εἶναι τριῶν μηνῶν τὴν ἄνοδον τὴν παρὰ βασιλέα ὀρθῶς εἴρητο.
Thus, it had been correctly stated by Aristagoras the Milesian when he told Cleomenes the Lacedaemonian that the journey inland to the King was a three months' journey.
εἰ δέ τις τὸ ἀτρεκέστερον τούτων ἔτι δίζηται, ἐγὼ καὶ τοῦτο σημανέω· τὴν γὰρ ἐξ Ἐφέσου ἐς Σάρδις ὁδὸν δεῖ προσλογίσασθαι ταύτῃ.
If anyone seeks still greater accuracy than this, I shall point this out as well; for one must add the road from Ephesus to Sardis to this calculation.
§5.54.2καὶ δὴ λέγω σταδίους εἶναι τοὺς πάντας ἀπὸ θαλάσσης τῆς Ἑλληνικῆς μέχρι Σούσων (τοῦτο γὰρ Μεμνόνειον ἄστυ καλέεται), τεσσεράκοντα καὶ τετρακισχιλίους καὶ μυρίους· οἱ γὰρ ἐξ Ἑφέσου ἐς Σάρδις εἰσὶ τεσσεράκοντα καὶ πεντακόσιοι στάδιοι, καὶ οὕτω τρισὶ ἡμέρῃσι μηκύνεται ἡ τρίμηνος ὁδός.
Indeed, I declare that the total number of stades from the Greek sea to Susa (for this is called the city of Memnon) is fourteen thousand and forty; for the distance from Ephesus to Sardis is five hundred and forty stades, and thus the three months' journey is lengthened by three days.