§5.53.1οὗτοι οἱ πάντες σταθμοί εἰσι ἕνδεκα καὶ ἑκατόν.
All these stations together are one hundred and eleven.
καταγωγαὶ μέν νυν σταθμῶν τοσαῦται εἰσὶ ἐκ Σαρδίων ἐς Σοῦσα ἀναβαίνοντι.
Now, there are this many lodging-places at the stations for one who goes up from Sardis to Susa.
εἰ δὲ ὀρθῶς μεμέτρηται ἡ ὁδὸς ἡ βασιληίη τοῖσι παρασάγγῃσι καὶ ὁ παρασάγγης δύναται τριήκοντα στάδια, ὥσπερ οὗτός γε δύναται ταῦτα, ἐκ Σαρδίων στάδια ἐστὶ ἐς τὰ βασιλήια τὰ Μεμνόνια καλεόμενα πεντακόσια καὶ τρισχίλια καὶ μύρια, παρασαγγέων ἐόντων πεντήκοντα καὶ τετρακοσίων.
And if the royal road has been measured correctly in parasangs, and if a parasang is equivalent to thirty stades—as indeed it is equivalent to this number—the distance from Sardis to the royal palace called Memnonia is thirteen thousand five hundred stades, the parasangs being four hundred and fifty.
πεντήκοντα δὲ καὶ ἑκατὸν στάδια ἐπʼ ἡμέρῃ ἑκάστῃ διεξιοῦσι ἀναισιμοῦνται ἡμέραι ἀπαρτὶ ἐνενήκοντα.
And for those who travel one hundred and fifty stades each day, exactly ninety days are spent on the journey.