§5.55.1ἀπελαυνόμενος δὲ ὁ Ἀρισταγόρης ἐκ τῆς Σπάρτης ἤιε ἐς τὰς Ἀθήνας γενομένας τυράννων ὧδε ἐλευθέρας.
Driven away from Sparta, Aristagoras went to Athens, which had been freed from tyrants in the following manner.
ἐπεὶ Ἵππαρχον τὸν Πεισιστράτου, Ἱππίεω δὲ τοῦ τυράννου ἀδελφεόν, ἰδόντα ὄψιν ἐνυπνίου τῷ ἑωυτοῦ πάθεϊ ἐναργεστάτην κτείνουσι Ἀριστογείτων καὶ Ἁρμόδιος, γένος ἐόντες τὰ ἀνέκαθεν Γεφυραῖοι, μετὰ ταῦτα ἐτυραννεύοντο Ἀθηναῖοι ἐπʼ ἔτεα τέσσερα οὐδὲν ἧσσον ἀλλὰ καὶ μᾶλλον ἢ πρὸ τοῦ.
When Hipparchus, the son of Pisistratus and brother of the tyrant Hippias, after seeing a very vivid dream-vision concerning his own fate, was slain by Aristogeiton and Harmodius, who were by origin from ancient times Gephyraeans, after this the Athenians were ruled by tyrants for four years no less, but even more, than before.