§5.54.1οὕτω τῷ Μιλησίῳ Ἀρισταγόρῃ εἴπαντι πρὸς Κλεομένεα τὸν Λακεδαιμόνιον εἶναι τριῶν μηνῶν τὴν ἄνοδον τὴν παρὰ βασιλέα ὀρθῶς εἴρητο.
因此,米利都人阿里斯塔戈拉斯对拉刻代蒙人克勒奥美涅斯说,前往国王那里的上行路程是三个月的旅途,这话是说得完全正确的。
εἰ δέ τις τὸ ἀτρεκέστερον τούτων ἔτι δίζηται, ἐγὼ καὶ τοῦτο σημανέω· τὴν γὰρ ἐξ Ἐφέσου ἐς Σάρδις ὁδὸν δεῖ προσλογίσασθαι ταύτῃ.
如果有人还想寻求比这更准确的数据,我也将予以指出:因为必须把从艾菲索斯到萨尔迪斯的路程也计算在内。
§5.54.2καὶ δὴ λέγω σταδίους εἶναι τοὺς πάντας ἀπὸ θαλάσσης τῆς Ἑλληνικῆς μέχρι Σούσων (τοῦτο γὰρ Μεμνόνειον ἄστυ καλέεται), τεσσεράκοντα καὶ τετρακισχιλίους καὶ μυρίους·
事实上,我指出,从希腊海到苏萨(因为这座城市被称为门农之城)的总斯塔迪翁数是一万四千零四十。
οἱ γὰρ ἐξ Ἑφέσου ἐς Σάρδις εἰσὶ τεσσεράκοντα καὶ πεντακόσιοι στάδιοι, καὶ οὕτω τρισὶ ἡμέρῃσι μηκύνεται ἡ τρίμηνος ὁδός.
因为从艾菲索斯到萨尔迪斯是五百四十斯塔迪翁,这样一来,三个月的旅程就延长了三天。