§5.3.1Θρηίκων δὲ ἔθνος μέγιστον ἐστὶ μετά γε Ἰνδοὺς πάντων ἀνθρώπων· εἰ δὲ ὑπʼ ἑνὸς ἄρχοιτο ἢ φρονέοι κατὰ τὠυτό, ἄμαχόν τʼ ἂν εἴη καὶ πολλῷ κράτιστον πάντων ἐθνέων κατὰ γνώμην τὴν ἐμήν.
The Thracian nation is the greatest of all mankind, at least next to the Indians; and if they were ruled by one man, or were of one mind, they would be, in my judgment, invincible and by far the strongest of all nations.
ἀλλὰ γὰρ τοῦτο ἄπορόν σφι καὶ ἀμήχανον μή κοτε ἐγγένηται, εἰσὶ δὴ κατὰ τοῦτο ἀσθενέες.
But since this is impossible for them and can never be brought about, they are therefore weak in this respect.
§5.3.2οὐνόματα δʼ ἔχουσι πολλὰ κατὰ χώρας ἕκαστοι, νόμοισι δὲ οὗτοι παραπλησίοισι πάντες χρέωνται κατὰ πάντα, πλὴν Γετέων καὶ Τραυσῶν καὶ τῶν κατύπερθε Κρηστωναίων οἰκεόντων.
They have many names, each according to their regions, but they all use very similar customs in all respects, except the Getae, the Trausi, and those who dwell above the Crestonaeans.