§5.22.1ὁ μέν νυν τῶν Περσέων τούτων θάνατος οὕτω καταλαμφθεὶς ἐσιγήθη.
Now the death of these Persians, having been thus suppressed, was hushed up.
Ἕλληνας δὲ εἶναι τούτους τοὺς ἀπὸ Περδίκκεω γεγονότας, κατά περ αὐτοὶ λέγουσι, αὐτός τε οὕτω τυγχάνω ἐπιστάμενος καὶ δὴ καὶ ἐν τοῖσι ὄπισθε λόγοισι ἀποδέξω ὡς εἰσὶ Ἕλληνες, πρὸς δὲ καὶ οἱ τὸν ἐν Ὀλυμπίῃ διέποντες ἀγῶνα Ἑλληνοδίκαι οὕτω ἔγνωσαν εἶναι.
That these descendants of Perdiccas are Greeks, just as they themselves say, I myself happen to know to be so, and indeed in my later narrative I will demonstrate that they are Greeks; and moreover, the Hellanodikai who manage the contest in Olympia decided that this was so.
§5.22.2Ἀλεξάνδρου γὰρ ἀεθλεύειν ἑλομένου καὶ καταβάντος ἐπʼ αὐτὸ τοῦτο, οἱ ἀντιθευσόμενοι Ἑλλήνων ἐξεῖργόν μιν, φάμενοι οὐ βαρβάρων ἀγωνιστέων εἶναι τὸν ἀγῶνα ἀλλὰ Ἑλλήνων·
For when Alexander chose to compete and went down for this very purpose, those of the Greeks who were to run against him tried to exclude him, saying that the contest was not for barbarian competitors but for Greeks.
Ἀλέξανδρος δὲ ἐπειδὴ ἀπέδεξε ὡς εἴη Ἀργεῖος, ἐκρίθη τε εἶναι Ἕλλην καὶ ἀγωνιζόμενος στάδιον συνεξέπιπτε τῷ πρώτῳ.
But when Alexander demonstrated that he was an Argive, he was judged to be a Greek, and competing in the stade-race, he finished at the same time as the first.