§5.14.1ἐνθαῦτα Δαρεῖος γράφει γράμματα Μεγαβάζῳ, τὸν ἔλιπε ἐν τῇ Θρηίκῃ στρατηγόν, ἐντελλόμενος ἐξαναστῆσαι ἐξ ἠθέων Παίονας καὶ παρʼ ἑωυτὸν ἀγαγεῖν καὶ αὐτοὺς καὶ τὰ τέκνα τε καὶ τὰς γυναῖκας αὐτῶν.
Thereupon Darius wrote a letter to Megabazus, whom he had left as general in Thrace, commanding him to remove the Paeonians from their homeland and bring them into his presence, both themselves and their children and their wives.
§5.14.2αὐτίκα δὲ ἱππεὺς ἔθεε φέρων τὴν ἀγγελίην ἐπὶ τὸν Ἑλλήσποντον, περαιωθεὶς δὲ διδοῖ τὸ βυβλίον τῷ Μεγαβάζῳ.
And immediately a horseman rode carrying the message to the Hellespont, and having crossed over, he gave the letter to Megabazus.
ὁ δὲ ἐπιλεξάμενος καὶ λαβὼν ἡγεμόνας ἐκ τῆς Θρηίκης ἐστρατεύετο ἐπὶ τὴν Παιονίην.
He, having read it and taken guides from Thrace, marched against Paeonia.