§5.15.1πυθόμενοι δὲ οἱ Παίονες τοὺς Πέρσας ἐπὶ σφέας ἰέναι, ἁλισθέντες ἐξεστρατεύσαντο πρὸς θαλάσσης, δοκέοντες ταύτῃ ἐπιχειρήσειν τοὺς Πέρσας ἐμβάλλοντας.
When the Paeonians learned that the Persians were coming against them, they gathered together and marched out towards the sea, expecting that the Persians would make their attack by invading in this direction.
§5.15.2οἱ μὲν δὴ Παίονες ἦσαν ἕτοιμοι τὸν Μεγαβάζου στρατὸν ἐπιόντα ἐρύκειν· οἱ δὲ Πέρσαι πυθόμενοι συναλίσθαι τοὺς Παίονας καὶ τὴν πρὸς θαλάσσης ἐσβολὴν φυλάσσοντας, ἔχοντες ἡγεμόνας τὴν ἄνω ὁδὸν τρέπονται, λαθόντες δὲ τοὺς Παίονας ἐσπίπτουσι ἐς τὰς πόλιας αὐτῶν ἐούσας ἀνδρῶν ἐρήμους·
Thus indeed the Paeonians were ready to hold back the advancing army of Megabazus; but the Persians, having learned that the Paeonians had gathered together and were guarding the approach from the sea, took the upper road with their guides, and eluding the Paeonians, burst into their cities, which were empty of men.
οἷα δὲ κεινῇσι ἐπιπεσόντες εὐπετέως κατέσχον.
Falling upon them since they were empty, they easily occupied them.
§5.15.3οἱ δὲ Παίονες ὡς ἐπύθοντο ἐχομένας τὰς πόλιας, αὐτίκα διασκεδασθέντες κατʼ ἑωυτοὺς ἕκαστοι ἐτράποντο καὶ παρεδίδοσαν σφέας αὐτοὺς τοῖσι Πέρσῃσι.
When the Paeonians learned that their cities had been taken, they immediately dispersed, and each turning to their own places, surrendered themselves to the Persians.
οὕτω δὴ Παιόνων Σιριοπαίονές τε καὶ Παιόπλαι καὶ οἱ μέχρι τῆς Πρασιάδος λίμνης ἐξ ἠθέων ἐξαναστάντες ἤγοντο ἐς τὴν Ἀσίην.
Thus indeed of the Paeonians, the Siriopaeonians, the Paioplai, and those as far as Lake Prasias were removed from their homelands and led away into Asia.