§5.104.1Κύπριοι δὲ ἐθελονταί σφι πάντες προσεγένοντο πλὴν Ἀμαθουσίων· ἀπέστησαν γὰρ καὶ οὗτοι ὧδε ἀπὸ Μήδων.
And the Cyprians all of their own free will joined them, except for the Amathusians; for these too revolted from the Medes in the following manner.
ἦ Ὀνήσιλος Γόργου μὲν τοῦ Σαλαμινίων βασιλέος ἀδελφεὸς νεώτερος, Χέρσιος δὲ τοῦ Σιρώμου τοῦ Εὐέλθοντος παῖς.
There was a certain Onesilus, a younger brother of Gorgus, the king of the Salaminians, and a son of Chersis, who was the son of Siromus, the son of Evelthon.
§5.104.2οὗτος ὡνὴρ πολλάκις μὲν καὶ πρότερον τὸν Γόργον παρηγορέετο ἀπίστασθαι ἀπὸ βασιλέος, τότε δέ, ὡς καὶ τοὺς Ἴωνας ἐπύθετο ἀπεστάναι, πάγχυ ἐπικείμενος ἐνῆγε·
This man had often before this exhorted Gorgus to revolt from the King, and at this time, when he learned that the Ionians too had revolted, he pressed him hard and urged him.
ὡς δὲ οὐκ ἔπειθε τὸν Γόργον, ἐνθαῦτά μιν φυλάξας ἐξελθόντα τὸ ἄστυ τὸ Σαλαμινίων ὁ Ὀνήσιλος ἅμα τοῖσι ἑωυτοῦ στασιώτῃσι ἀπεκλήισε τῶν πυλέων.
But when he could not persuade Gorgus, Onesilus watched for him to go out of the city of Salamis and, together with his own partisans, shut him out of the gates.
§5.104.3Γόργος μὲν δὴ στερηθεὶς τῆς πόλιος ἔφευγε ἐς Μήδους, Ὀνήσιλος δὲ ἦρχε Σαλαμῖνος καὶ ἀνέπειθε πάντας Κυπρίους συναπίστασθαι.
Gorgus, indeed, deprived of his city, fled to the Medes, while Onesilus ruled Salamis and urged all the Cyprians to join the revolt.
τοὺς μὲν δὴ ἄλλους ἀνέπεισε, Ἀμαθουσίους δὲ οὐ βουλομένους οἱ πείθεσθαι ἐπολιόρκεε προσκατήμενος.
He persuaded the others, but since the Amathusians did not wish to obey him, he sat down before their city and besieged them.