§5.103.1τότε μὲν δὴ οὕτω ἠγωνίσαντο.
At that time, then, they fought in this manner.
μετὰ δὲ Ἀθηναῖοι μὲν τὸ παράπαν ἀπολιπόντες τοὺς Ἴωνας, ἐπικαλεομένου σφέας πολλὰ διʼ ἀγγέλων Ἀρισταγόρεω, οὐκ ἔφασαν τιμωρήσειν σφι·
Afterwards, the Athenians, completely abandoning the Ionians, although Aristagoras made many appeals to them through messengers, declared that they would not help them.
Ἴωνες δὲ τῆς Ἀθηναίων συμμαχίης στερηθέντες, οὕτω γάρ σφι ὑπῆρχε πεποιημένα ἐς Δαρεῖον, οὐδὲν δὴ ἧσσον τὸν πρὸς βασιλέα πόλεμον ἐσκευάζοντο.
The Ionians, though deprived of the Athenian alliance—for their affairs with regard to Darius stood in such a state—nevertheless continued to prepare for the war against the King.
§5.103.2πλώσαντες δὲ ἐς τὸν Ἑλλήσποντον Βυζάντιόν τε καὶ τὰς ἄλλας πόλιας πάσας τὰς ταύτῃ ὑπʼ ἑωυτοῖσι ἐποιήσαντο, ἐκπλώσαντές τε ἔξω τὸν Ἑλλήσποντον Καρίης τὴν πολλὴν προσεκτήσαντο σφίσι σύμμαχον εἶναι·
Sailing to the Hellespont, they brought Byzantium and all the other cities in that region under their control; and sailing out of the Hellespont, they won over the greater part of Caria to be their ally.
καὶ γὰρ τὴν Καῦνον πρότερον οὐ βουλομένην συμμαχέειν, ὡς ἐνέπρησαν τὰς Σάρδις, τότε σφι καὶ αὕτη προσεγένετο.
For even Caunus, which previously did not wish to be their ally, joined them at this time, once they had burned Sardis.