§5.100.1ἀπικόμενοι δὲ τῷ στόλῳ τούτῳ Ἴωνες ἐς Ἔφεσον πλοῖα μὲν κατέλιπον ἐν Κορησῷ τῆς Ἐφεσίης, αὐτοὶ δὲ ἀνέβαινον χειρὶ πολλῇ, ποιεύμενοι Ἐφεσίους ἡγεμόνας τῆς ὁδοῦ.
Having arrived at Ephesus with this fleet, the Ionians left their ships at Coresus in the territory of Ephesus, and they themselves marched inland with a large force, making the Ephesians their guides for the way.
πορευόμενοι δὲ παρὰ ποταμὸν Καΰστριον, ἐνθεῦτεν ἐπείτε ὑπερβάντες τὸν Τμῶλον ἀπίκοντο, αἱρέουσι Σάρδις οὐδενός σφι ἀντιωθέντος, αἱρέουσι δὲ χωρὶς τῆς ἀκροπόλιος τἆλλα πάντα·
Journeying along the Caÿster river, and when they had crossed Mount Tmolus from there and arrived, they captured Sardis without anyone opposing them; they captured everything else except the acropolis.
τὴν δὲ ἀκρόπολιν ἐρρύετο αὐτὸς Ἀρταφρένης ἔχων ἀνδρῶν δύναμιν οὐκ ὀλίγην.
But the acropolis itself Artaphernes was defending, having no small force of men.