§5.101.1τὸ δὲ μὴ λεηλατῆσαι ἑλόντας σφέας τὴν πόλιν ἔσχε τόδε.
The following prevented them from plundering the city after capturing it.
ἦσαν ἐν τῇσι Σάρδισι οἰκίαι αἱ μὲν πλεῦνες καλάμιναι, ὅσαι δʼ αὐτέων καὶ πλίνθιναι ἦσαν, καλάμου εἶχον τὰς ὀροφάς·
In Sardis, most of the houses were made of reeds, and even those of them that were made of brick had roofs of reed.
τουτέων δὴ μίαν τῶν τις στρατιωτέων ὡς ἐνέπρησε, αὐτίκα ἀπʼ οἰκίης ἐπʼ οἰκίην ἰὸν τὸ πῦρ ἐπενέμετο τὸ ἄστυ πᾶν.
When one of the soldiers set fire to one of these, the fire, immediately spreading from house to house, overran the whole town.
§5.101.2καιομένου δὲ τοῦ ἄστεος οἱ Λυδοί τε καὶ ὅσοι Περσέων ἐνῆσαν ἐν τῇ πόλι, ἀπολαμφθέντες πάντοθεν ὥστε τὰ περιέσχατα νεμομένου τοῦ πυρός, καὶ οὐκ ἔχοντες ἐξήλυσιν ἐκ τοῦ ἄστεος, συνέρρεον ἔς τε τὴν ἀγορὴν καὶ ἐπὶ τὸν Πακτωλὸν ποταμόν, ὅς σφι ψῆγμα χρυσοῦ καταφορέων ἐκ τοῦ Τμώλου διὰ μέσης τῆς ἀγορῆς ῥέει καὶ ἔπειτα ἐς τὸν Ἕρμον ποταμὸν ἐκδιδοῖ, ὁ δὲ ἐς θάλασσαν·
While the town was burning, the Lydians and all the Persians who were in the city, being cut off on every side as the fire was spreading through the outermost parts, and having no way out of the town, flocked together into the marketplace and to the river Pactolus, which flows through the middle of the marketplace carrying down gold dust for them from Mount Tmolus, and then empties into the river Hermus, and that in turn into the sea.
ἐπὶ τοῦτον δὴ τὸν Πακτωλὸν καὶ ἐς τὴν ἀγορὴν ἀθροιζόμενοι οἵ τε Λυδοὶ καὶ οἱ Πέρσαι ἠναγκάζοντο ἀμύνεσθαι.
Gathering by this Pactolus and in the marketplace, the Lydians and the Persians were forced to defend themselves.
§5.101.3οἱ δὲ Ἴωνες ὁρέοντες τοὺς μὲν ἀμυνομένους τῶν πολεμίων τοὺς δὲ σὺν πλήθεϊ πολλῷ προσφερομένους, ἐξανεχώρησαν δείσαντες πρὸς τὸ ὄρος τὸν Τμῶλον καλεόμενον, ἐνθεῦτεν δὲ ὑπὸ νύκτα ἀπαλλάσσοντο ἐπὶ τὰς νέας.
The Ionians, seeing some of the enemy defending themselves and others coming against them in great numbers, withdrew in fear to the mountain called Tmolus, and from there, under cover of night, departed to their ships.