§4.99.1τῆς δὲ Σκυθικῆς γῆς ἡ Θρηίκη τὸ ἐς θάλασσαν πρόκειται· κόλπου δὲ ἀγομένου τῆς γῆς ταύτης, ἡ Σκυθική τε ἐκδέκεται καὶ ὁ Ἴστρος ἐκδιδοῖ ἐς αὐτήν, πρὸς εὖρον ἄνεμον τὸ στόμα τετραμμένος.
In front of the Scythian land, Thrace projects towards the sea; and where a gulf is formed in this land, the Scythian territory begins, and the Ister empties into it, with its mouth turned towards the southeast wind.
§4.99.2τὸ δὲ ἀπὸ Ἴστρου ἔρχομαι σημανέων τὸ πρὸς θάλασσαν αὐτῆς τῆς Σκυθικῆς χώρης ἐς μέτρησιν.
And starting from the Ister, I will proceed to indicate for measurement the part of this Scythian land that faces the sea.
ἀπὸ Ἴστρου αὕτη ἤδη ἡ ἀρχαίη Σκυθίη ἐστί, πρὸς μεσαμβρίην τε καὶ νότον ἄνεμον κειμένη, μέχρι πόλιος Καρκινίτιδος καλεομένης.
From the Ister, this is already the ancient Scythia, lying towards the south and the south wind, extending as far as the city called Carcinitis.
§4.99.3τὸ δὲ ἀπὸ ταύτης τὴν μὲν ἐπὶ θάλασσαν τὴν αὐτὴν φέρουσαν, ἐοῦσαν ὀρεινήν τε χώρην καὶ προκειμένην τὸ ἐς Πόντον, νέμεται τὸ Ταυρικὸν ἔθνος μέχρι χερσονήσου τῆς τρηχέης καλεομένης· αὕτη δὲ ἐς θάλασσαν τὴν πρὸς ἀπηλιώτην ἄνεμον κατήκει.
And from this point, the region which runs along the same sea, being mountainous and projecting into the Pontus, is occupied by the Tauric nation as far as the peninsula called the Rugged; and this peninsula extends into the sea towards the east wind.
§4.99.4ἔστι γὰρ τῆς Σκυθικῆς τὰ δύο μέρεα τῶν οὔρων ἐς θάλασσαν φέροντα, τήν τε πρὸς μεσαμβρίην καὶ τὴν πρὸς τὴν ἠῶ, κατά περ τῆς Ἀττικῆς χώρης· καὶ παραπλήσια ταύτῃ καὶ οἱ Ταῦροι νέμονται τῆς Σκυθικῆς, ὡς εἰ τῆς Ἀττικῆς ἄλλο ἔθνος καὶ μὴ Ἀθηναῖοι νεμοίατο τὸν γουνὸν τὸν Σουνιακόν, μᾶλλον ἐς τὸν πόντον τὴν ἄκρην ἀνέχοντα, τὸν ἀπὸ Θορικοῦ μέχρι Ἀναφλύστου δήμου· §4.99.5λέγω δὲ ὡς εἶναι ταῦτα σμικρὰ μεγάλοισι συμβάλλειν· τοιοῦτον ἡ Ταυρική ἐστι.
For two parts of the boundaries of Scythia run down to the sea, namely the part facing south and the part facing east, just like the land of Attica; and in a manner very similar to this, the Taurians also occupy a part of Scythia, as if some other nation and not the Athenians were to occupy the Sunian hill in Attica, which projects more into the sea, from the deme of Thoricus as far as Anaphlystus; I say this, if one may compare small things with great; such a place is the Tauric land.
ὃς δὲ τῆς Ἀττικῆς ταῦτα μὴ παραπέπλωκε, ἐγὼ δὲ ἄλλως δηλώσω· ὡς εἰ τῆς Ἰηπυγίης ἄλλο ἔθνος καὶ μὴ Ἰήπυγες ἀρξάμενοι ἐκ Βρεντεσίου λιμένος ἀποταμοίατο μέχρι Τάραντος καὶ νεμοίατο τὴν ἄκρην.
But for anyone who has not sailed along this part of Attica, I will explain it in another way: as if in Iapygia, some other nation and not the Iapygians, starting from the harbor of Brundisium, were to cut off the land as far as Tarentum and occupy the peninsula.
δύο δὲ λέγων ταῦτα πολλὰ λέγω παρόμοια, τοῖσι ἄλλοισι ἔοικε ἡ Ταυρική.
And in speaking of these two examples, I suggest many other similar ones, which the Tauric land resembles.