§4.100.1τὸ δʼ ἀπὸ τῆς Ταυρικῆς ἤδη Σκύθαι τὰ κατύπερθε τῶν Ταύρων καὶ τὰ πρὸς θαλάσσης τῆς ἠοίης νέμονται, τοῦ τε Βοσπόρου τοῦ Κιμμερίου τὰ πρὸς ἑσπέρης καὶ τῆς λίμνης τῆς Μαιήτιδος μέχρι Τανάιδος ποταμοῦ, ὃς ἐκδιδοῖ ἐς μυχὸν τῆς λίμνης ταύτης.
As for the region starting from the Tauric land, the Scythians already occupy the parts above the Taurians and those facing the eastern sea—namely, the parts to the west of the Cimmerian Bosporus and along Lake Maeotis as far as the river Tanais, which empties into the innermost part of this lake.
§4.100.2ἤδη ὦν ἀπὸ μὲν Ἴστρου τὰ κατύπερθε ἐς τὴν μεσόγαιαν φέροντα ἀποκληίεται ἡ Σκυθικὴ ὑπὸ πρώτων Ἀγαθύρσων, μετὰ δὲ Νευρῶν, ἔπειτα δὲ Ἀνδροφάγων, τελευταίων δὲ Μελαγχλαίνων.
Now then, in the upper parts stretching into the interior from the Ister, Scythia is bounded first by the Agathyrsi, next by the Neuri, then by the Androphagi, and lastly by the Melanchlaeni.