§4.66.1ἅπαξ δὲ τοῦ ἐνιαυτοῦ ἑκάστου ὁ νομάρχης ἕκαστος ἐν τῷ ἑωυτοῦ νομῷ κιρνᾷ κρητῆρα οἴνου, ἀπʼ οὗ πίνουσι τῶν Σκυθέων τοῖσι ἂν ἄνδρες πολέμιοι ἀραιρημένοι ἔωσι.
Once in each year, each governor of a province mixes a bowl of wine in his own district, from which those of the Scythians drink who have slain enemies.
τοῖσι δʼ ἂν μὴ κατεργασμένον ᾖ τοῦτο, οὐ γεύονται τοῦ οἴνου τούτου, ἀλλʼ ἠτιμωμένοι ἀποκατέαται· ὄνειδος δέ σφι ἐστὶ μέγιστον τοῦτο.
But those for whom this has not been accomplished do not taste of this wine, but sit apart in dishonor; and this is a very great disgrace to them.
ὅσοι δὲ ἂν αὐτῶν καὶ κάρτα πολλοὺς ἄνδρας ἀραιρηκότες ἔωσι, οὗτοι δὲ σύνδυο κύλικας ἔχοντες πίνουσι ὁμοῦ.
But as many of them as have slain very many men, these drink together, holding two cups at once.