§4.51.1εἷς μὲν δὴ τῶν ποταμῶν τοῖσι Σκύθῃσι ἐστὶ ὁ Ἴστρος, μετὰ δὲ τοῦτον Τύρης, ὃς ἀπὸ βορέω μὲν ἀνέμου ὁρμᾶται, ἄρχεται δὲ ῥέων ἐκ λίμνης μεγάλης ἣ οὐρίζει τήν τε Σκυθικὴν καὶ Νευρίδα γῆν.
One of the rivers for the Scythians is indeed the Ister, and after this the Tyras, which starts from the north wind and begins its flow from a great lake that bounds the Scythian and the Neurian lands.
ἐπὶ δὲ τῷ στόματι αὐτοῦ κατοίκηνται Ἕλληνες οἳ Τυρῖται καλέονται.
At its mouth dwell Greeks who are called Tyritae.