§4.52.1τρίτος δὲ Ὕπανις ποταμὸς ὁρμᾶται μὲν ἐκ τῆς Σκυθικῆς, ῥέει δὲ ἐκ λίμνης μεγάλης τὴν πέριξ νέμονται ἵπποι ἄγριοι λευκοί· καλέεται δὲ ἡ λίμνη αὕτη ὀρθῶς μήτηρ Ὑπάνιος.
And the third river, the Hypanis, starts from Scythia and flows from a great lake, around which wild white horses graze; and this lake is rightly called the Mother of the Hypanis.
§4.52.2ἐκ ταύτης ὦν ἀνατέλλων ὁ Ὕπανις ποταμὸς ῥέει ἐπὶ μὲν πέντε ἡμερέων πλόον βραχὺς καὶ γλυκύς ἐστι, ἀπὸ δὲ τούτου πρὸς θαλάσσης τεσσέρων ἡμερέων πλόον πικρὸς δεινῶς·
Rising therefore from this, the Hypanis river flows, and for a voyage of five days it is shallow and sweet, but from that point, for a voyage of four days toward the sea, it is dreadfully bitter.
§4.52.3ἐκδιδοῖ γὰρ ἐς αὐτὸν κρήνη πικρή, οὕτω δή τι ἐοῦσα πικρή, ἣ μεγάθεϊ σμικρὴ ἐοῦσα κιρνᾷ τὸν Ὕπανιν ἐόντα ποταμὸν ἐν ὀλίγοισι μέγαν.
For a bitter spring empties into it, being indeed so very bitter, that although it is small in size, it mingles with and taints the Hypanis, which is a river great among few.
ἔστι δὲ ἡ κρήνη αὕτη ἐν οὔροισι χώρης τῆς τε ἀροτήρων Σκυθέων καὶ Ἀλαζόνων·
This spring is on the borders of the land of the husbandmen Scythians and of the Alazones.
οὔνομα δὲ τῇ κρήνῃ καὶ ὅθεν ῥέει τῷ χώρῳ σκυθιστὶ μὲν Ἐξαμπαῖος, κατὰ δὲ τὴν Ἑλλήνων γλῶσσαν Ἱραὶ ὁδοί.
The name of the spring, and of the place from which it flows, is Exampaeus in the Scythian tongue, but in the language of the Greeks, Sacred Ways.
§4.52.4συνάγουσι δὲ τὰ τέρματα ὅ τε Τύρης καὶ ὁ Ὕπανις κατὰ Ἀλαζόνας, τὸ δὲ ἀπὸ τούτου ἀποστρέψας ἑκάτερος ῥέει εὐρύνων τὸ μέσον.
The Tyras and the Hypanis bring their boundaries close together in the country of the Alazones, but from that point onward, each turns away and flows, widening the space between them.