§4.44.1τῆς δὲ Ἀσίης τὰ πολλὰ ὑπὸ Δαρείου ἐξευρέθη, ὃς βουλόμενος Ἰνδὸν ποταμόν, ὃς κροκοδείλους δεύτερος οὗτος ποταμῶν πάντων παρέχεται, τοῦτον τὸν ποταμὸν εἰδέναι τῇ ἐς θάλασσαν ἐκδιδοῖ, πέμπει πλοίοισι ἄλλους τε τοῖσι ἐπίστευε τὴν ἀληθείην ἐρέειν καὶ δὴ καὶ Σκύλακα ἄνδρα Καρυανδέα.
As for Asia, the greater part of it was discovered by Darius. Wishing to know of the Indus river—which is the second of all rivers to produce crocodiles—where this river empties into the sea, he sent by ships both others whom he trusted to speak the truth, and in particular Scylax, a man of Caryanda.
§4.44.2οἳ δὲ ὁρμηθέντες ἐκ Κασπατύρου τε πόλιος καὶ τῆς Πακτυικῆς γῆς ἔπλεον κατὰ ποταμὸν πρὸς ἠῶ τε καὶ ἡλίου ἀνατολὰς ἐς θάλασσαν, διὰ θαλάσσης δὲ πρὸς ἑσπέρην πλέοντες τριηκοστῷ μηνὶ ἀπικνέονται ἐς τοῦτον τὸν χῶρον ὅθεν ὁ Αἰγυπτίων βασιλεὺς τοὺς Φοίνικας τοὺς πρότερον εἶπα ἀπέστειλε περιπλώειν Λιβύην.
They, having set out from the city of Caspatyrus and the Pactyic land, sailed down the river towards the east and the rising of the sun to the sea; and sailing through the sea towards the west, in the thirtieth month they arrived at that place from which the king of Egypt sent the Phoenicians, whom I mentioned before, to sail round Libya.
§4.44.3μετὰ δὲ τούτους περιπλώσαντας Ἰνδούς τε κατεστρέψατο Δαρεῖος καὶ τῇ θαλάσσῃ ταύτῃ ἐχρᾶτο.
After these had sailed round, Darius both subdued the Indians and made use of this sea.
οὕτω καὶ τῆς Ἀσίης, πλὴν τὰ πρὸς ἥλιον ἀνίσχοντα, τὰ ἄλλα ἀνεύρηται ὃμοια παρεχομένη τῇ Λιβύῃ.
Thus Asia also, except for the parts towards the rising sun, has been found in other respects to show itself similar to Libya.