§4.182.1μετὰ δὲ Ἀμμωνίους διὰ τῆς ὀφρύης τῆς ψάμμου διʼ ἀλλέων δέκα ἡμερέων ὁδοῦ κολωνός τε ἁλός ἐστι ὅμοιος τῷ Ἀμμωνίῳ καὶ ὕδωρ, καὶ ἄνθρωποι περὶ αὐτὸν οἰκέουσι· τῷ δὲ χώρῳ τούτῳ οὔνομα Αὔγιλα ἐστί.
After the Ammonians, along the ridge of sand, at a distance of another ten days' journey, there is a hill of salt like that of the Ammonians, and water, and men dwell around it; the name of this place is Augila.
ἐς τοῦτον τὸν χῶρον οἱ Νασαμῶνες ὀπωριεῦντες τοὺς φοίνικας φοιτῶσι.
To this place the Nasamonians come regularly to harvest the dates.