§4.157.1ταύτην οἰκέοντες δύο ἔτεα, οὐδὲν γάρ σφι χρηστὸν συνεφέρετο, ἕνα αὐτῶν καταλιπόντες οἱ λοιποὶ πάντες ἀπέπλεον ἐς Δελφούς, ἀπικόμενοι δὲ ἐπὶ τὸ χρηστήριον ἐχρέωντο, φάμενοι οἰκέειν τε τὴν Λιβύην καὶ οὐδὲν ἄμεινον πρήσσειν οἰκεῦντες.
After living on this island for two years, since nothing turned out well for them, they left one of their number behind, and all the rest sailed back to Delphi. Having arrived at the oracle, they consulted it, saying that they were living in Libya, but that they fared no better for living there.
§4.157.2ἡ δὲ Πυθίη σφι πρὸς ταῦτα χρᾷ τάδε. "
αἰ τὺ ἐμεῦ Λιβύην μηλοτρόφον οἶδας ἄμεινον,
μὴ ἐλθὼν ἐλθόντος, ἄγαν ἄγαμαι σοφίην σεῦ.
And the Pythia gave them this response: "If you, who have not gone there, know Libya, the nurse of sheep, better than I who have gone, I marvel greatly at your wisdom.
"
ἀκούσαντες δὲ τούτων οἱ ἀμφὶ τὸν Βάττον ἀπέπλωον ὀπίσω· οὐ γὰρ δή σφεας ἀπίει ὁ θεὸς τῆς ἀποικίης, πρὶν δὴ ἀπίκωνται ἐς αὐτὴν Λιβύην.
"Hearing this, Battus and his companions sailed back; for the god would not release them from the colony until they should come to Libya itself.
§4.157.3ἀπικόμενοι δὲ ἐς τὴν νῆσον καὶ ἀναλαβόντες τὸν ἔλιπον, ἔκτισαν αὐτῆς τῆς Λιβύης χῶρον ἀντίον τῆς νήσου τῷ οὔνομα ἦν Ἄζιρις· τὸν νάπαι τε κάλλισται ἐπʼ ἀμφότερα συγκληίουσι καὶ ποταμὸς τὰ ἐπὶ θάτερα παραρρέει.
So when they came to the island and took off the man they had left, they settled a place in Libya itself opposite the island, whose name was Aziris; this place is enclosed on both sides by most beautiful valleys, and a river flows past it on the other side.