§4.158.1τοῦτον οἴκεον τὸν χῶρον ἓξ ἔτεα, ἑβδόμῳ δὲ σφέας ἔτει παραιτησάμενοι οἱ Λίβυες ὡς ἐς ἀμείνονα χῶρον ἄξουσι, ἀνέγνωσαν ἐκλιπεῖν.
They lived in this place for six years, but in the seventh year the Libyans, having entreated them and saying that they would lead them to a better place, persuaded them to abandon it.
§4.158.2ἦγον δὲ σφέας ἐνθεῦτεν οἱ Λίβυες ἀναστήσαντες πρὸς ἑσπέρην, καὶ τὸν κάλλιστον τῶν χώρων ἵνα διεξιόντες οἱ Ἕλληνες μὴ ἴδοιεν, συμμετρησάμενοι τὴν ὥρην τῆς ἡμέρης νυκτὸς παρῆγον.
The Libyans led them from there, having made them move, towards the west; and in order that the Greeks might not see the most beautiful of the regions as they passed through, they calculated the time of day and led them past it by night.
ἔστι δὲ τῷ χώρῳ τούτῳ οὔνομα Ἴρασα.
The name of this place is Irasa.
§4.158.3ἀγαγόντες δὲ σφέας ἐπὶ κρήνην λεγομένην εἶναι Ἀπόλλωνος εἶπαν
ἄνδρες Ἕλληνες, ἐνθαῦτα ὑμῖν ἐπιτήδεον οἰκέειν. ἐνθαῦτα γὰρ ὁ οὐρανὸς τέτρηται.
Having led them to a spring said to be Apollo's, they said: "Men of Greece, here it is suitable for you to dwell; for here the heavens are pierced."