§4.135.1Γοβρύης μὲν ταῦτα συνεβούλευε.
Gobryas gave this advice.
μετὰ δὲ νύξ τε ἐγίνετο καὶ Δαρεῖος ἐχρᾶτο τῇ γνώμῃ ταύτῃ· τοὺς μὲν καματηροὺς τῶν ἀνδρῶν καὶ τῶν ἦν ἐλάχιστος ἀπολλυμένων λόγος, καὶ τοὺς ὄνους πάντας καταδήσας κατέλιπε αὐτοῦ ἐν τῷ στρατοπέδω.
After this, night came on, and Darius acted upon this opinion: he left behind there in the camp the exhausted of the men and those whose loss, if they perished, would be of the least account, having bound all the donkeys fast.
§4.135.2κατέλιπε δὲ τούς τε ὄνους καὶ τοὺς ἀσθενέας τῆς στρατιῆς τῶνδε εἵνεκεν, ἵνα οἱ μὲν ὄνοι βοὴν παρέχωνται· οἱ δὲ ἄνθρωποι ἀσθενείης μὲν εἵνεκεν κατελείποντο, προφάσιος δὲ τῆσδε δηλαδή, ὡς αὐτὸς μὲν σὺν τῷ καθαρῷ τοῦ στρατοῦ ἐπιθήσεσθαι μέλλοι τοῖσι Σκύθῃσι, οὗτοι δὲ τὸ στρατόπεδον τοῦτον τὸν χρόνον ῥυοίατο.
He left behind both the donkeys and the weak of the army for these reasons: so that the donkeys might provide a noise, and as for the men, though they were left behind because of their weakness, it was clearly under this pretext: namely, that he himself was about to attack the Scythians with the sound part of the army, while they were to guard the camp during this time.
§4.135.3ταῦτα τοῖσι ὑπολελειμμένοισι ὑποθέμενος ὁ Δαρεῖος καὶ πυρὰ ἐκκαύσας τὴν ταχίστην ἐπείγετο ἐπὶ τὸν Ἴστρον.
Having given these instructions to those who were left behind, and having kindled the campfires, Darius hastened with all speed to the Ister.
οἱ δὲ ὄνοι ἐρημωθέντες τοῦ ὁμίλου οὕτω δὴ μᾶλλον πολλῷ ἵεσαν τῆς φωνῆς·
And the donkeys, having been deserted by the crowd, naturally made a much louder noise.
ἀκούσαντες δὲ οἱ Σκύθαι τῶν ὄνων πάγχυ κατὰ χώρην ἤλπιζον τοὺς Πέρσας εἶναι.
Hearing the donkeys, the Scythians fully expected that the Persians were still in their place.