§4.102.1οἱ δὲ Σκύθαι δόντες σφίσι λόγον ὡς οὐκ οἷοί τε εἰσὶ τὸν Δαρείου στρατὸν ἰθυμαχίῃ διώσασθαι μοῦνοι, ἔπεμπον ἐς τοὺς πλησιοχώρους ἀγγέλους· τῶν δὲ καὶ δὴ οἱ βασιλέες συνελθόντες ἐβουλεύοντο ὡς στρατοῦ ἐπελαύνοντος μεγάλου.
The Scythians, considering among themselves that they were not able by themselves to repel the army of Darius in a pitched battle, sent messengers to their neighbors; and the kings of these nations, having indeed assembled, held council on the ground that a great army was marching against them.
§4.102.2ἦσαν δὲ οἱ συνελθόντες βασιλέες Ταύρων καὶ Ἀγαθύρσων καὶ Νευρῶν καὶ Ἀνδροφάγων καὶ Μελαγχλαίνων καὶ Γελωνῶν καὶ Βουδίνων καὶ Σαυροματέων.
Now the kings who assembled were those of the Tauri, the Agathyrsi, the Neuri, the Androphagi, the Melanchlaeni, the Geloni, the Budini, and the Sauromatae.