§3.35.1τούτων δὴ ὦν ἐπιμνησθέντα ὀργῇ λέγειν πρὸς τὸν Πρηξάσπεα
σύ νυν μάθε εἰ λέγουσι Πέρσαι ἀληθέα εἴτε αὐτοὶ λέγοντες ταῦτα παραφρονέουσι·
Recalling these things, then, he said in anger to Prexaspes: "Now learn whether the Persians speak the truth, or whether they themselves are out of their minds in saying these things.
§3.35.2εἰ μὲν γὰρ τοῦ παιδὸς τοῦ σοῦ τοῦδε ἑστεῶτος ἐν τοῖσι προθύροισι βαλὼν τύχοιμι μέσης τῆς καρδίης, Πέρσαι φανέονται λέγοντες οὐδέν· ἢν δὲ ἁμάρτω, φάναι Πέρσας τε λέγειν ἀληθέα καί με μὴ σωφρονέειν. §3.35.3ταῦτα δὲ εἰπόντα καὶ διατείναντα τὸ τόξον βαλεῖν τὸν παῖδα, πεσόντος δὲ τοῦ παιδὸς ἀνασχίζειν αὐτὸν κελεύειν καὶ σκέψασθαι τὸ βλῆμα· ὡς δὲ ἐν τῇ καρδίῃ εὑρεθῆναι ἐνεόντα τὸν ὀιστόν, εἰπεῖν πρὸς τὸν πατέρα τοῦ παιδὸς γελάσαντα καὶ περιχαρέα γενόμενον §3.35.4Πρήξασπες, ὡς μὲν ἐγὼ τε οὐ μαίνομαι Πέρσαι τε παραφρονέουσι, δῆλά τοι γέγονε.
For if I shoot and hit the very middle of the heart of this your son who is standing in the vestibule, the Persians will be shown to be talking nonsense; but if I miss, then say that the Persians speak the truth and that I am not of sound mind." Having said this and having drawn his bow, he shot the boy, and when the boy fell, he ordered them to cut him open and examine the wound; and when the arrow was found to be in the heart, he said to the boy's father with a laugh and in great joy: "Prexaspes, that I am not mad and that it is the Persians who are out of their minds has indeed become clear to you.
νῦν δέ μοι εἰπέ, τίνα εἶδες ἤδη πάντων ἀνθρώπων οὕτω ἐπίσκοπα τοξεύοντα; Πρηξάσπεα δὲ ὁρῶντα ἄνδρα οὐ φρενήρεα καὶ περὶ ἑωυτῷ δειμαίνοντα εἰπεῖν
δέσποτα, οὐδʼ ἂν αὐτὸν ἔγωγε δοκέω τὸν θεὸν οὕτω ἂν καλῶς βαλεῖν. §3.35.5τότε μὲν ταῦτα ἐξεργάσατο, ἑτέρωθι δὲ Περσέων ὁμοίους τοῖσι πρώτοισι δυώδεκα ἐπʼ οὐδεμιῇ αἰτίῃ ἀξιοχρέῳ ἑλὼν ζώοντας ἐπὶ κεφαλὴν κατώρυξε.
Now tell me, whom of all men have you ever seen shooting so accurately?" And Prexaspes, seeing that the man was not of sound mind and fearing for his own life, said: "O master, I think that not even the god himself could have shot so beautifully." At that time indeed he committed these acts, and on another occasion he seized twelve Persians, equals to the first, for no worthy cause, and buried them alive head first in the ground.