§3.19.1ἡ μὲν δὴ τράπεζα τοῦ ἡλίου καλεομένη λέγεται εἶναι τοιήδε.
Thus the so-called Table of the Sun is indeed said to be of this kind.
Καμβύσῃ δὲ ὡς ἔδοξε πέμπειν τοὺς κατασκόπους, αὐτίκα μετεπέμπετο ἐξ Ἐλεφαντίνης πόλιος τῶν Ἰχθυοφάγων ἀνδρῶν τοὺς ἐπισταμένους τὴν Αἰθιοπίδα γλῶσσαν.
When Cambyses resolved to send the spies, he immediately sent to the city of Elephantine for those of the Fish-eaters who understood the Ethiopian language.
§3.19.2ἐν ᾧ δὲ τούτους μετήισαν, ἐν τούτῳ ἐκέλευε ἐπὶ τὴν Καρχηδόνα πλέειν τὸν ναυτικὸν στρατόν.
While they were going to fetch these men, in the meantime he ordered the naval force to sail against Carthage.
Φοίνικες δὲ οὐκ ἔφασαν ποιήσειν ταῦτα· ὁρκίοισι γὰρ μεγάλοισι ἐνδεδέσθαι, καὶ οὐκ ἂν ποιέειν ὅσια ἐπὶ τοὺς παῖδας τοὺς ἑωυτῶν στρατευόμενοι.
But the Phoenicians said they would not do this; for they said they were bound by solemn oaths, and would not be doing what was right if they made war upon their own children.
Φοινίκων δὲ οὐ βουλομένων οἱ λοιποὶ οὐκ ἀξιόμαχοι ἐγίνοντο.
And as the Phoenicians would not do it, the rest were not a match for the enemy.
§3.19.3Καρχηδόνιοι μέν νυν οὕτω δουλοσύνην διέφυγον πρὸς Περσέων· Καμβύσης γὰρ βίην οὐκ ἐδικαίου προσφέρειν Φοίνιξι, ὅτι σφέας τε αὐτοὺς ἐδεδώκεσαν Πέρσῃσι καὶ πᾶς ἐκ Φοινίκων ἤρτητο ὁ ναυτικὸς στρατός.
Thus, then, the Carthaginians escaped being enslaved by the Persians; for Cambyses did not think it right to apply force to the Phoenicians, because they had surrendered themselves to the Persians, and the whole naval force depended upon the Phoenicians.
δόντες δὲ καὶ Κύπριοι σφέας αὐτοὺς Πέρσῃσι ἐστρατεύοντο ἐπʼ Αἴγυπτον.
Moreover, the Cyprians also, having surrendered themselves to the Persians, were serving in the expedition against Egypt.