§3.2.1οὕτω μέν νυν λέγουσι Πέρσαι.
Thus, indeed, the Persians say.
Αἰγύπτιοι δὲ οἰκηιοῦνται Καμβύσεα, φάμενοί μιν ἐκ ταύτης δὴ τῆς Ἀπρίεω θυγατρὸς γενέσθαι· Κῦρον γὰρ εἶναι τὸν πέμψαντα παρὰ Ἄμασιν ἐπὶ τὴν θυγατέρα, ἀλλʼ οὐ Καμβύσεα.
But the Egyptians claim Cambyses as their own, saying that he was born from this very daughter of Apries; for they say that it was Cyrus who sent to Amasis for his daughter, and not Cambyses.
λέγοντες δὲ ταῦτα οὐκ ὀρθῶς λέγουσι.
But in saying this, they do not speak correctly.
§3.2.2οὐ μὲν οὐδὲ λέληθε αὐτούς (εἰ γὰρ τινὲς καὶ ἄλλοι, τὰ Περσέων νόμιμα ἐπιστέαται καὶ Αἰγύπτιοι) ὅτι πρῶτα μὲν νόθον οὔ σφι νόμος ἐστὶ βασιλεῦσαι γνησίου παρεόντος, αὖτις δὲ ὅτι Κασσανδάνης τῆς Φαρνάσπεω θυγατρὸς ἦν παῖς Καμβύσης, ἀνδρὸς Ἀχαιμενίδεω, ἀλλʼ οὐκ ἐκ τῆς Αἰγυπτίης.
Nor indeed has it escaped their notice (for if any others do, the Egyptians also know well the customs of the Persians) that, first, it is not their custom for a bastard to rule when a legitimate son is present, and second, that Cambyses was the son of Cassandane, the daughter of Pharnaspes, a man of the Achaemenid family, and not of the Egyptian woman.
ἀλλὰ παρατρέπουσι τὸν λόγον προσποιεύμενοι τῇ Κύρου οἰκίῃ συγγενέες εἶναι.
Rather, they distort the story, pretending to be related to the house of Cyrus.