§3.144.1ἐπειδὴ ὦν ἀπίκοντο ἐς τὴν Σάμον οἱ Πέρσαι κατάγοντες Συλοσῶντα, οὔτε τίς σφι χεῖρας ἀνταείρεται, ὑπόσπονδοί τε ἔφασαν εἶναι ἕτοιμοι οἱ τοῦ Μαιανδρίου στασιῶται καὶ αὐτὸς Μαιάνδριος ἐκχωρῆσαι ἐκ τῆς νήσου.
\nSo when the Persians arrived in Samos, bringing back Syloson, no one raised a hand against them; moreover, the partisans of Maeandrius and Maeandrius himself declared that they were ready to withdraw from the island under a treaty.
καταινέσαντος δʼ ἐπὶ τούτοισι Ὀτάνεω καὶ σπεισαμένου, τῶν Περσέων οἱ πλείστου ἄξιοι θρόνους θέμενοι κατεναντίον τῆς ἀκροπόλιος κατέατο.
And when Otanes agreed to this and made a treaty, those of the Persians who were of the highest rank set up seats and sat down opposite the acropolis.