§2.98.1τουτέων δὲ ἡ μὲν Ἄνθυλλα ἐοῦσα λογίμη πόλις ἐς ὑποδήματα ἐξαίρετος δίδοται τοῦ αἰεὶ βασιλεύοντος Αἰγύπτου τῇ γυναικί (τοῦτο δὲ γίνεται ἐξ ὅσου ὑπὸ Πέρσῃσι ἐστὶ Αἴγυπτος),
Of these, Anthylla, being an esteemed city, is specially assigned for footwear to the wife of whoever is king of Egypt at any given time (and this has been done ever since Egypt has been under the Persians).
§2.98.2ἡ δὲ ἑτέρη πόλις δοκέει μοι τὸ οὔνομα ἔχειν ἀπὸ τοῦ Δαναοῦ γαμβροῦ Ἀρχάνδρου τοῦ Φθίου τοῦ Ἀχαιοῦ· καλέεται γὰρ δὴ Ἀρχάνδρου πόλις. εἴη δʼ ἂν καὶ ἄλλος τις Ἄρχανδρος, οὐ μέντοι γε Αἰγύπτιον τὸ οὔνομα.
The other city seems to me to have its name from Archandros, son of Phthios, son of Achaios, who was the son-in-law of Danaus; for indeed it is called "the city of Archandros." There might, to be sure, be some other Archandros, yet the name is certainly not Egyptian.