§2.40.1ἡ δὲ δὴ ἐξαίρεσις τῶν ἱρῶν καὶ ἡ καῦσις ἄλλη περὶ ἄλλο ἱρόν σφι κατέστηκε· τὴν δʼ ὦν μεγίστην τε δαίμονα ἥγηνται εἶναι καὶ μεγίστην οἱ ὁρτὴν ἀνάγουσι, ταύτην ἔρχομαι ἐρέων
But the extraction of the inner parts of the victims and their burning are established differently among them for different sacrifices; however, as for that goddess whom they deem to be the greatest and in whose honor they celebrate the greatest festival, this is the one I am going to speak of.
§2.40.2ἐπεὰν ἀποδείρωσι τὸν βοῦν, κατευξάμενοι κοιλίην μὲν κείνην πᾶσαν ἐξ ὦν εἷλον, σπλάγχνά δὲ αὐτοῦ λείπουσι ἐν τῷ σώματι καὶ τὴν πιμελήν, σκέλεα δὲ ἀποτάμνουσι καὶ τὴν ὀσφὺν ἄκρην καὶ τοὺς ὤμους τε καὶ τὸν τράχηλον.
When they have flayed the ox, having offered prayers, they take out its belly entirely, but they leave its viscera and fat in the body, and they cut off the legs, the end of the loin, the shoulders, and the neck.
§2.40.3ταῦτα δὲ ποιήσαντες τὸ ἄλλο σῶμα τοῦ βοὸς πιμπλᾶσι ἄρτων καθαρῶν καὶ μέλιτος καὶ ἀσταφίδος καὶ σύκων καὶ λιβανωτοῦ καὶ σμύρνης καὶ τῶν ἄλλων θυωμάτων, πλήσαντες δὲ τούτων καταγίζουσι, ἔλαιον ἄφθονον καταχέοντες·
Having done this, they fill the remaining body of the ox with clean loaves of bread, honey, raisins, figs, frankincense, myrrh, and other spices; and having filled it with these, they burn it completely, pouring over it abundant oil.
§2.40.4προνηστεύσαντες δὲ θύουσι, καιομένων δὲ τῶν ἱρῶν τύπτονται πάντες, ἐπεὰν δὲ ἀποτύψωνται, δαῖτα προτίθενται τὰ ἐλίποντο τῶν ἱρῶν.
They fast before they offer the sacrifice, and while the victims are burning, they all beat themselves in mourning; and when they have ceased mourning, they set out as a feast what remained of the victims.