§2.39.1ἀγαγόντες τὸ σεσημασμένον κτῆνος πρὸς τὸν βωμὸν ὅκου ἂν θύωσι, πῦρ ἀνακαίουσι, ἔπειτα δὲ ἐπʼ αὐτοῦ οἶνον κατὰ τοῦ ἱρηίου ἐπισπείσαντες καὶ ἐπικαλέσαντες τὸν θεὸν σφάζουσι, σφάξαντες δὲ ἀποτάμνουσι τὴν κεφαλήν.
Having brought the marked beast to the altar wherever they may be sacrificing, they kindle a fire, and then, having poured wine over the victim upon the altar and having invoked the god, they slaughter it; and having slaughtered it, they cut off its head.
§2.39.2σῶμα μὲν δὴ τοῦ κτήνεος δείρουσι, κεφαλῇ δὲ κείνῃ πολλὰ καταρησάμενοι φέρουσι, τοῖσι μὲν ἂν ᾖ ἀγορὴ καὶ Ἕλληνές σφι ἔωσι ἐπιδήμιοι ἔμποροι, οἳ δὲ φέροντες ἐς τὴν ἀγορὴν ἀπʼ ὦν ἔδοντο, τοῖσι δὲ ἂν μὴ παρέωσι Ἕλληνες, οἳ δʼ ἐκβάλλουσι ἐς τὸν ποταμόν·
Now they flay the body of the beast, but as for that head, having heaped many curses upon it, they carry it away; for those in whose case there is a market and there are Greek merchants residing among them, they carry it to the market and sell it, but for those in whose case Greeks are not present, they throw it into the river.
§2.39.3καταρῶνται δὲ τάδε λέγοντες τῇσι κεφαλῇσι, εἴ τι μέλλοι ἢ σφίσι τοῖσι θύουσι ἢ Αἰγύπτῳ τῇ συναπάσῃ κακὸν γενέσθαι, ἐς κεφαλὴν ταύτην τραπέσθαι.
And they curse the heads, saying the following: that if any evil is about to happen either to themselves who are sacrificing or to the whole of Egypt, it may be turned upon this head.
§2.39.4κατὰ μέν νυν τὰς κεφαλὰς τῶν θυομένων κτηνέων καὶ τὴν ἐπίσπεισιν τοῦ οἴνου πάντες Αἰγύπτιοι νόμοισι τοῖσι αὐτοῖσι χρέωνται ὁμοίως ἐς πάντα τὰ ἱρά, καὶ ἀπὸ τούτου τοῦ νόμου οὐδὲ ἄλλου οὐδενὸς ἐμψύχου κεφαλῆς γεύσεται Αἰγυπτίων οὐδείς.
Now, concerning the heads of the sacrificed beasts and the pouring of the wine, all Egyptians observe these same customs similarly for all sacrifices, and because of this custom, no Egyptian will taste the head of any other living thing either.