§2.34.1ὁ μὲν δὴ Ἴστρος, ῥέει γὰρ διʼ οἰκεομένης, πρὸς πολλῶν γινώσκεται, περὶ δὲ τῶν τοῦ Νείλου πηγέων οὐδεὶς ἔχει λέγειν· ἀοίκητός τε γὰρ καὶ ἔρημος ἐστὶ ἡ Λιβύη διʼ ἧς ῥέει.
The Ister, indeed, since it flows through inhabited land, is known by many; but concerning the sources of the Nile, no one is able to speak, for that part of Libya through which it flows is uninhabited and desert.
περὶ δὲ τοῦ ῥεύματος αὐτοῦ, ἐπʼ ὅσον μακρότατον ἱστορεῦντα ἦν ἐξικέσθαι, εἴρηται· ἐκδιδοῖ δὲ ἐς Αἴγυπτον.
But concerning its course, as far as it was possible to reach by inquiring to the furthest extent, has been told; and it empties into Egypt.
ἡ δὲ Αἴγυπτος τῆς ὀρεινῆς Κιλικίης μάλιστά κῃ ἀντίη κέεται· §2.34.2ἐνθεῦτεν δὲ ἐς Σινώπην τὴν ἐν τῷ Εὐξείνῳ πόντῳ πέντε ἡμερέων ἰθέα ὁδὸς εὐζώνῳ ἀνδρί·
Now Egypt lies pretty much opposite to mountainous Cilicia; and from there to Sinope on the Euxine Sea is a straight journey of five days for an active traveler.
ἡ δὲ Σινώπη τῷ Ἴστρῳ ἐκδιδόντι ἐς θάλασσαν ἀντίον κέεται.
And Sinope lies opposite to where the Ister empties into the sea.
οὕτω τὸν Νεῖλον δοκέω διὰ πάσης τῆς Λιβύης διεξιόντα ἐξισοῦσθαι τῷ Ἴστρῳ.
Thus I think that the Nile, passing through the whole of Libya, is equal in course to the Ister.